De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
οὗ τρόπον τινὰ γενόμενος εἰκὼν κατὰ τὸν ἡγεμόνα νοῦν ἐν ψυχῇ, δέον ἀκηλίδωτον τὴν εἰκόνα φυλάξαι καθ’ ὅσον οἷόν τε ἦν ἐπακολουθήσαντα ταῖς τοῦ γεννήσαντος ἀρεταῖς, προτεθέντων εἰς αἱρέσεις καὶ φυγὰς τῶν ἐναντίων, ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ ἀληθοῦς καὶ ψευδοῦς, τὰ μὲν ψευδῆ καὶ αἰσχρὰ καὶ κακὰ προθύμως εἵλετο, τῶν δὲ ἀγαθῶν καὶ καλῶν καὶ ἀληθῶν ἠλόγησεν· ἐφ’ οἷς εἰκότως θνητὸν ἀθανάτου βίον ἀνθυπηλλάξατο μακαριότητος καὶ εὐδαιμονίας σφαλεὶς καὶ ῥᾷστα μετέβαλεν εἰς ἐπίπονον καὶ κακοδαίμονα ζωήν.
[*](1 προσῆκον P 2 γηγενοῦς] εὐγενοῦς S ἕνεκεν N 3 εἰς add. Turn., om. codd. σωματοειδῆ] σώματος ἤδη S ἀκρότητι δὲ τέχνης N 4 δ’ S γέννησιν HP (v) 5 ἰδίας FN: θείας ceteri (Turn.) ἐδύνατο S: ἡδύνατο ceteri (v) 6 ἆρ᾿ οὐχ S: ἣν ἀρ’ οὐχ F, ἢν ἄρ᾿ οὐχ ceteri (v) τις FN: τῆς ceteri (v) μηδεμιᾷ scripsi: μὴ δὲ ῥία S, μηδεμιᾶς ceteri (v) ὅσαι scripsi: ὅσα διωνομάσθη S, ἀϊδίων (ἰδίων N) ὀνομασθεῖσαν ceteri; αἱ (sic) ὠνομάσθησαν v 7 δυναμένη S: δυναμένης ceteri (v) τῶν S: ὧν ceteri γενειὰς 8 εὐτυχίας FG2: εὐτυχία N, εὐτυχίαις S, ἀτυχίας HP, εὐτυχίας L; εὐγενείας ν ἐπίκαιρα S 9 αἱ τούτων post τὰ πολλὰ transponendum vidertur 10 μὲν seclusi ὁ δέ ἀΐδιος S: οὐδὲ αἴτιος ἀλλ’ ἢ ceteri (v) οὗ] ὁ Η1Ρ 12 ἀπακολουθήσαντα HP: ἐπακολουθήσαντος FG2, ἐπακολουθήσεται S1, θήσαιε S2 13 προτεθέντων S: προστεθέντων G2HP, προστιθέντων F 14 ἀγαθοῦ τε καὶ S (Mang.) 15 alt. καὶ] ἢ F εἵλατο S 16 ἀληθινῶν S2 (λη et ιν in ras.) εἰκότως] εἰκὼς ἀθανάτου S (Clem. Al): ἀντ’ ἀθανάτου ceteri (v) 17 σφαλεὶς codd.: ἀποσφαλεὶς v καὶ ῥᾷστα v (Turn.): αἳ ·ῥᾷστα F, ἐραστὰ ceteri 18 μετέβαλον F)[*](1 sqq. Gen. cap. 3. 10 sqq. Clem. Alex. l. l. (ante verba ad p. 328,12 adnot.) αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθαι καὶ συνασκῆσαι τὰ κάλλιστα διαδείκνυται· ἐπεὶ τί τόν Ἀδὰμ ὠφέλησεν ἡ τοιαύτη αὐτοῦ εὐγένεια; πατὴρ δὲ αὐτοῦ θνητὸς οὐδείς, αὐτός γὰρ ἀνθρώπων τῶν ἐν γενέσει πατήρ. τά μέν αἰσχρὰ οὗτος προθύμως εἵλετο ἑπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησεν, ἐφ’ οἷς θνητὸν ἀθανάτου βίον, ἀλλ’ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο.)Ἀλλ’ οὗτοι μὲν ἔστωσαν κοινοὶ πᾶσιν ἀνθρώποις ὅροι τοῦ μὴ ἐπὶ μεγάλοις γένεσι σεμνύνεσθαι τοὺς καλοκἀγαθίας ἀμοιροῦντας· Ἰουδαίοις δὲ καὶ ἕτεροι δίχα τῶν κοινῶν ἐξαίρετοι. τῶν γὰρ τοῦ γένους ἀρχηγετῶν εἰσιν οὓς αἱ τῶν προγόνων ἀρεταὶ συνόλως οὐδὲν ὤνησαν ἐπ’ ἐπιλήπτοις καὶ ὑπαιτίοις πράξεσιν ἁλόντας, εἰ καὶ πρὸς ἑτέρου μηδενὸς ἐλεγχθέντας, ἀλλ’ οὖν ὑπὸ τοῦ συνειδότος, ὃ μόνον ἐξ ἁπάντων δικαστήριον τέχναις λόγων οὐ παράγεται.
πολύπαις ἦν ὁ πρῶτος ἐκ τριῶν παιδοποιησάμενος γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, ἀλλὰ δι’ ἐλπίδα τοῦ πληθῦναι τὸ γένος· ἀλλ’ ἐκ πολλῶν εἷς μόνος ἀπεδείχθη κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δ’ ἄλλοι πάντες γνώμης ὑγιοῦς σφαλέντες καὶ μηδὲν τῶν τοῦ γεννήσαντος ἀπομαξάμενοι διῳκίσθησαν ἀλλοτριωθέντες τῆς ἀοιδίμου εὐγενείας.