De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’ αὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων.
ἀγαθὰ γὰρ προηγούμενα ἐν μὲν σώμασιν ἡ ἄνοσος ὑγεία, ἐν δὲ ναυσὶν ἡ ἀκίνδυνος εὔπλοια, ἐν δὲ ψυχαῖς ἡ ἄληστος μνήμη τῶν ἀξίων μνημονεύεσθαι· δεύτερα δὲ τὰ κατ’ ἐπανόρθωσιν συνιστάμενα, ἥ τε ἐκ νόσων ἀνάληψις καὶ ἡ ἐκ τῶν κατὰ πλοῦν κινδύνων εὐκταιοτάτη σωτηρία καὶ ἡ λήθης ἐκγινομένη ἀνάμνησις, ἧς ἀδελφὸν καὶ συγγενέστατον τὸ μετανοεῖν ἐστιν, οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα.
τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δὲ ἁμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον εἰς ἅπαν οὐκ ἀγνοήσαντος.