De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
διὸ παγκάλως Μωυσῆς ἱεροφαντῶν παραινεῖ πάντων μὲν ἁμαρτημάτων ἀπέχεσθαι, διαφερόντως δὲ ὑπεροψίας. εἶθ’ ὑπόμνησιν ποιεῖται τῶν μὲν ἀναφλέγειν τὸ πάθος εἰωθότων, πλησμονῆς γαστρὸς ἀμέτρου καὶ οἰκιῶν καὶ κτημάτων καὶ θρεμμάτων ἀφθόνου περιουσίας· γίνονται γὰρ εὐθὺς αὑτῶν ἀκράτορες, διαιρόμενοι καὶ φυσώμενοι, οἷς μία θεραπείας ἐλπὶς τὸ μηδέποτε ἐκλανθάνεσθαι τοῦ θεοῦ.
καθάπερ γὰρ ἀνατείλαντος ἡλίου τὸ μὲν σκότος ἀφανίζεται, φωτὸς δὲ πληροῦται τὰ πάντα, τὸν αὐτὸν τρόπον ὅταν θεός, ὁ νοητὸς ἥλιος, ἀνάσχῃ καὶ ἐπιλάμψῃ ψυχῇ, ὁ μὲν τῶν παθῶν καὶ κακιῶν ζόφος ἀνασκίδναται, τῆς δ’ αὐγοειδεστάτης ἀρετῆς τὸ καθαρώτατον καὶ ἀξιέραστον [*](1 ἀφθόνως SA φύεται] φαίνεται S post ἠμελημένοις udd. πολλάκις FH 2 (v) 1.2 καὶ ἐν ἀφανέσιν CG 2 3 δ’ SA: δὲ ceteri παραύξησιν S: spat. c. 8 litt. κκὶ παραύξησιν G*, παραύξησιν καὶ εὐλάβειαν- F, εὐλάβειαν καὶ παραύξησιν ceteri (v) 3.4 οὐ λαμβάνει παραύξησιν transp. S 4 διά σπάνιν S: σπάνει ceteri (v) περιφαίνεται δ’ S: καὶ περιφἐρετι ceteri (Turn.) 5 χορηγὸν S ἔχουσι S 1, ἐχούσῃ S 2, om. Α τούτου S: om. ceteri (Turn.) πλοῦτον S, πλούτου καὶ δόξης Α G οἱ om. S πολὺν] πολλοὶ A 8 ἔστιν S ὁ om. CG 2 9 μωυσῆς παγ·lάλως transp. S 10 δ’ S 11 τῶν] τῶ S 1 μὲν om. FG 1H (v) πλησμονὴ S 12 γαστρός ἀdτρου S: τῶν τροφῶν ἀμέτρου G 1, τροφὰς ἀμέτρους C, τὰς τροφάς ἀμέτρους AG 2HP (v), τἀς ἀμέτρους τροφὰς F; τῆς τροφῆς ἀdτρου coni. Mang. οἰκείων G 2 ἀφθόνου SG 1 (Mang.): ἀφθόνους ceteri 13 γίγνονται CFP αὐτῶν AFHP αὑτῶν ἀκράτορες] αὐτοκράτορες S διαιρούμενοι SAFP 14 μία] μετὰ F θεραπεία A ἐλπίσι F ςοῦ θέο5 S: θεόν AG 2, θεοῦ ccteri 15 τοῦ ἡλίου F 16 πληροῦνται Α τὰ πάντα πληροῦται tran.sp. S θεός ὁ νοητὸς S: θεοποίητος CG 2 (Turn.), Mότητος GH, θεῶ ποιητός FTI, θεῶ ποιητῆ AP 17 ἀνάσχηται H 1P καὶ ἐπιλάμψῃ ψυχῇ om. S ψυχὴ C: ψυχή G 2, ψυχήν ceteri (v) τῶν om. F παθῶν καὶ κακιῶν S: κακιῶν καὶ παθῶν ceteri (v) 18 κὀτοειδεστάτης S) [*](8 Solon. frg. 8B 4. 11 Deut. 8,11 — 14.)
εἶδος ἐπιφαίνεται. στέλλειν δ’ ἔτι μᾶλλον καὶ καθαιρεῖν ὑπεροψίαν ἀξιῶν τὰς αἰτίας ἐπιλέγει, δι’ ἃς ἄληστον ἐχρῆν τὴν τοῦ θεοῦ μνήμην ἀγαλματοφορεῖν. „οὗτος γάρ σοι„ φησί „δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν„ (Deut. 8,18)· ἄγαν παιδευτικῶς· ὁ γὰρ ἀκριβῶς ἀναδιδαχθείς, ὅτι δῶρον εἴληφε παρὰ θεοῦ τὸ εὔτονον καὶ ῥωμαλέον, τὴν ἰδίαν ἀσθένειαν ἐκλογιζόμενος, ἣν πρὶν ἀπολαῦσαι τῆς δωρεᾶς εἶχε, τὸ ὑψηλὸν καὶ ὑπέραυχον φρόνημα διώσεται καὶ εὐχαριστήσει τῷ τῆς κρείττονος αἰτίῳ μεταβολῆς. ψυχὴ δὲ εὐχάριστος ἀλαζονείᾳ πολέμιος, ἐπεὶ καὶ τοὐναντίον ἀχαριστία συγγενὲς ὑπεροψίᾳ.