De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ὁρᾷς ὅσον τὸ ἵλεων καὶ χρηστὸν ἐπιδείκνυται καὶ ὡς ἀνακέχυκεν αὐτὸ πρὸς πᾶσαν ἰδέαν ἀνθρώπων τὸ πρῶτον, κἂν ἀλλόφυλός τις ἢ ἐχθρὸς ᾖ, εἶτα ζῴων ἀλόγων, κἂν μὴ τυγχάνῃ καθαρά, ἐπὶ δὲ πᾶσι σπαρτῶν ὁμοῦ καὶ δένδρων. ὅ τε γὰρ ἐν ταῖς ἀφαντάστοις φύσεσι προμαθὼν ἐπιείκειαν εἰς οὐδὲν ἂν τῶν ψυχῆς μεμοιραμένων ἐξαμάρτοι, ὅ τε μὴ ἐπιχειρῶν νεωτερίζειν περὶ τὰ ἔμψυχα πόρρωθεν ἀναδιδάσκεται τῶν λογικῶν ἐπιμελεῖσθαι.
Τοιαύταις ὑφηγήσεσι τὰς διανοίας τῶν κατ’ αὐτὸν πολιτευομένων ἐξημερώσας ὑπεροψίας καὶ ἀλαζονείας, ἀργαλεωτάτων καὶ ἐπαχθεστάτων κακῶν, διέζευξεν, ὧν ὡς μεγίστων ἀγαθῶν οἱ πολλοὶ περιέχονται, καὶ μάλιστα ὅταν πλοῦτοι καὶ δόξαι καὶ ἡγεμονίαι περιουσίας [*](1 βαθύνουσι Α 2 ὥσπερ S: om. ceteri (Turn.) εἰηοηρεισμέὶον C, ἐπηρισμένον S αὐξήσῃ (G 1: αὔξηται H 2 (V), αὐξῆσαι ceteri δυνήσεται S: δύναται H 2 (v), δύνηται ceteri post δυνήσεται add. δὲ S 3 ἔτει—τετράδι δὲ om. in lac. G 1 ἔτει τε τετάρτῳ F ἀριθμὸν τετράὸα. τετράδι δὲ scripsi: κριθμὸν τετράδα S, ἀριθμόν· ιετράδι δέ C (v), ἀριθμό· τετράδα δὲ FG 2HP, ἀριθμόν· τετράδος δὲ Α 4 κελεύει δρέπεσθαι τὸν καρπὸν οὐ H 2 (v) 5 καθιεροῦν SCG 1 ἀφιεροῦν F 2, ἀφιεροῦσιν F 1, καθιεροῦσιν AG 2HP ἀπαρχὴν om. S πῆ μὲν ... πῆ δέ (6) C 6 τῇ] τὴν S δ’ S ἐλπἰὸα S: ἐλπίδι ceteri (v): ἐπ ἐλπίδι coni. Mang. τοῦ S: τὸ ceteri (Turu.): -m Mang. 7 ὁρᾶς SC: φορὰς, φορᾶς ceteri ὅσον—ὡς ἄνα om. in lac. G 1 ὅσοι CAG 2P τὸ ἵλεων SC: τὸ ἵλεω FH, τῶ ἵλεω AG 2P ἐπιδείκνονται C 1AP 8 πᾶσαν S: ἅπασαν ceteri (v) εἰδέαν S κἂν] ἂν S 9 τις om. S ἢ] ὰλόγων SG 1G 2: ἀγόνων ceteri (Turn.) ἐπὶ δὲ] ἔτι δὲ S, ἔπειτα G 1 10 πᾶσι S: πάντων AG 1P 2, πάσης ceteri (Turn.) ὁροῦ] ὁδοῦ F δένδρων φύσεως C ὅ τε γὰρ S: ὁ γὰοͅ ceteri (v) ταῖς κφαντάστοις SH 2: ταῖς ἀφάτοις AG 2, ταῖς ἀφάντοις CH 1P, κψόχοις ταῖς ἀφάντοις F, ὰψύχοις tum spat. c. 12 litt. G 1 11 οὐδὲν ἄν] οὐδένα S τῶν om. P 1, ss. F 2 τῆς ψυχῆς AF ἁμάρτει (sic) S, προσαρμόττοι Α 12 μὴ SG 1: μηδὲ ceteri (μηδὲν v) ἐπιχειρῶν νεωτερίζειν περ̣ι om. S ἄψυχα G 1 14 κατ’ αὐτὸ A κατ’ αὐτῶν F 1 14. 15 ποντευομένων S 1, corr. S 2 15. 16 κργαλεωτέρων καὶ ἐπαχθεστέρων Α 17 μάλιπα S: μάλισθ’ ceteri) [*](4 Lev. 19,24, cf. Iosiph. Ant.. lud. fV § 227.)
ἀλαζονεία γὰρ φύεται καὶ ἐν ἠμελημένοις καὶ ἀφανέσιν ἀνθρώποις, ὡς καὶ τῶν ἄλλων ἕκαστον ψυχῆς παθῶν τε καὶ νοσημάτων καὶ ἀρρωστημάτων, τὴν δ’ ἐπὶ πλέον παραύξησιν οὐ λαμβάνει, ἀλλ’ οἷα πυρὸς οὐσία διὰ σπάνιν ὕλης ἀμαυροῦται· περιφαίνεται δ’ ἐν τοῖς μεγάλοις χορηγοὺς ὡς ἔφην ἔχουσι τούτου τοῦ κακοῦ πλούτους καὶ δόξας καὶ ἡγεμονίας, ὧν ὑποπλησθέντες καθάπερ οἱ πολὺν ἄκρατον ἐμφορησάμενοι μεθύουσι καὶ ἐμπαροινοῦσι δούλοις ὁμοῦ καὶ ἐλευθέροις, ἔστι δ’ ὅτε καὶ ὅλαις πόλεσι· „τίκτει γὰρ κόρος ὕβριν”, ὡς ὁ τῶν παλαιῶν λόγος.