De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Ἔτι δ’ ἄνω διατρίβων ἐμυσταγωγεῖτο παιδευόμενος τὰ κατὰ τὴν ἱερωσύνην πάντα καὶ πρῶτα, ἃ δὴ καὶ πρῶτα τῇ τάξει, τὰ περὶ τὴν τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ κατασκευήν.

εἰ μὲν οὖν τὴν χώραν, εἰς ἣν μετανίσταντο, ἤδη παρειλήφεσαν, ἀναγκαῖον ἦν ἱδρύσασθαι περισημότατον νεὼν ἐν τῷ καθαρωτάτῳ λίθων πολυτελῶν ὕλης καὶ περὶ αὐτὸν τείχη μεγάλα δείμασθαι καὶ νεωκόροις παμπληθεῖς οἰκίας, ὀνομάσαντας ἱερόπολιν τὸν τόπον.

ἐπεὶ δ’ ἔτι κατὰ τὴν ἐρήμην ἐπλάζοντο, τοῖς μήπω παγίως ἱδρυθεῖσιν ἥρμοττε φορητὸν ἔχειν ἱερόν, ἵν’ ἐν ταῖς ὁδοιπορίαις καὶ στρατοπεδείαις ἀνάγωσι θυσίας καὶ τὰ ἄλλα ὅσα κατὰ τὰς ἱερουργίας δρῶσι μηδενὸς ἀμοιροῦντες ὧν χρὴ τοὺς ἐν πόλεσιν οἰκοῦντας.

σκηνὴν οὖν, ἔργον ἱερώτατον, δημιουργεῖν ἔδοξεν, ἧς τὴν κατασκευὴν θεσφάτοις λογίοις ἐπὶ τοῦ ὄρους Μωυσῆς ἀνεδιδάσκετο, τῶν [*](1 ἀπιστεῖν—ὑψηλότατον (2) om. in lac. Barb. 2 τῶν] τὸν Turn. ἐλθὼν BEMVOK 3 καὶ ἄβατον om. BEMVOK ἢν om. A ἐκεῖνον Α: ἐκεῖνο GHP Barb., ὃ καὶ ceteri 4 τοσοῦτον adcl. ante χρόνον V2OK ἀναγκαίαν Α (v) 5 καὶ add. Turn. τετταράκοντα Α Barb. κατέβαινε] κατῄει BEMVOK .5. G πολὺ καλλίων ἰὴν ὄψιν om. in lac. Barb., πολὺ — ἀνήει om. BEM (j καλλίω AF 7 μηδ’] μηδὲν A (v), μὴ M 9 παιδευόμενος om. H τὰ om. Α (Turn.) 10 pr. καὶ πρῶτα om. Α (Turn.) δὴ] δεῖ Α (Turn.) alt. καὶ πρῶτα codd.: καὶ om. Maug. 11 τὴν AHP: om. ceteri τῶν AF: τὴν ceteri ἐν αὐτῷ om. F εἰ AF: εἰς ceteri 12 μετανίστατο F ἤδη AF: ἢν δὴ ceteri ἂν ἢν coni. Mang. 12. 13 παρασημότατον 13 ἐν eras. V, om. OK ἐκ λίθων YOK 14 αὑτὸν FGHP: αὐτῶν Κ, αὐτῶ πανπληθεῖς ceteri; αὐτὸ v νεωκόρους Α πλημπληθεῖς (sic) Ε, πολυπληθεῖς BM 14. 15 ὀνομάσαντες BEMV, ὀνομάσαι τε V2OK ἱεροπολεῖν (sic) οἰκίας ὀνομάσαντας transp. Α 15 ἱεράπολιν V2 ἐπελάζοντο Α 16 παγίοις B1EV1F, πλαγίως P ἰδρυνθεῖσιν VKF 17 στρατοπεδίαις Η ἀνάγωσι θυσίας FGHP: ἀνάγοι θυσίας Α, ἄγωσι θυσίας ceteri; θυσίας ἀνάγωσι v τἄλλα HP, τἄλλ’ AG 18 τὰς] τῆς F μηδὲν FH ἀμοιροῦντας G 19 δημιουργεῖν ἔδοξεν om. G ἔδοξαν Κ τὴν om. AH1P 20 λόγοις Turn.) [*](2 Exod. 24,18. 34,28 —8 Exod. 34,29 sqq.)

v.4.p.218
μελλόντων ἀποτελεῖσθαι σωμάτων ἀσωμάτους ἰδέας τῇ ψυχῇ θεωρῶν, πρὸς ἃς ἔδει καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς καὶ νοητῶν παραδειγμάτων αἰσθητὰ μιμήματα ἀπεικονισθῆναι.

προσῆκον γὰρ ἦν τῷ ὡς ἀληθῶς ἀρχιερεῖ καὶ τὴν τοῦ ἱεροῦ κατασκευὴν ἐπιτραπῆναι, ἵν’ ἐκ πολλοῦ τοῦ περιόντος ἡρμοσμένας καὶ συμφώνους τοῖς δημιουργηθεῖσι ποιῆται τὰς

ἐν τῷ ἱερᾶσθαι λειτουργίας. ὁ μὲν οὖν τύπος τοῦ παραδείγματος ἐνεσφραγίζετο τῇ διανοίᾳ τοῦ προφήτου διαζωγραφούμενος καὶ προδιαπλαττόμενος ἀφανῶς ἄνευ ὕλης ἀοράτοις εἴδεσι· τὸ δ’ ἀποτέλεσμα πρὸς τὸν τύπον ἐδημιουργεῖτο, ἐναποματτομένου τὰς σφραγῖδας τοῦ τεχνίτου ταῖς προσφόροις ἑκάστων ὑλικαῖς οὐσίαις.

ἦν δ’ ἡ κατασκευὴ τοιάδε· ὀκτὼ καὶ τεσσαράκοντα κίονες κέδρου τῆς ἀσηπτοτάτης ἀπὸ στελεχῶν κοπέντες εὐερνεστάτων περιεβάλλοντο χρυσῷ βαθεῖ· κἄπειθ’ ἑκάστῳ δύο ἀργυραῖ βάσεις ὑπηρείδοντο καὶ κατὰ τὸ ἀκροκιόνιον ἐφηρμόζετο χρυσῆ κεφαλίς.

εἰς μὲν οὖν τὸ μῆκος τεσσαράκοντα κίονας διέταττεν ὁ τεχνίτης, ἑκατέρωθεν τοὺς ἡμίσεις εἴκοσι, μηδὲν ἐν μέσῳ διάστημα ποιούμενος, ἀλλ’ ἑξῆς ἐφαρμόζων καὶ συνάπτων, ἵν’ οἷα τείχους ὄψις μία προφαίνηται· εἰς δὲ τὸ πλάτος ἐσώτατον τοὺς λοιποὺς ὀκτώ, ἓξ μὲν κατὰ τὴν μέσην χώραν, δύο δ’ ἐν ταῖς παρ’ ἑκάτερα τῆς μέσης γωνίαις, τὸν μὲν ἐπὶ δεξιά, τὸν δ’ ἐπ’ εὐώνυμα· κατὰ δὲ τὴν εἴσοδον ἄλλους τέσσαρας, τὰ μὲν ἄλλα ὁμοίους, μίαν δ’ ἀντὶ δυοῖν ἔχοντας βάσιν τῶν ἐξ ἀντικρύ, μεθ’ οὓς ἐξωτάτω πέντε μόναις ταῖς βάσεσι διαφέροντας, χαλκαῖ γὰρ ἦσαν·

ὥστε τῆς σκηνῆς τοὺς σύμπαντας εἶναι, δίχα τῶν ἐν ταῖς γωνίαις δυοῖν ἀφανῶν, πέντε καὶ πεντήκοντα ἐμφανεῖς, τὸν ἀπὸ μονάδος ἄχρι δεκάδος τῆς παντελείας συμπληρούμενον ἀριθμόν. [*](1 σωμάτων] σχημάτων coni. Mang. ἀσωμάτους] ἀσωμάτων Κ 2 ἀπ’ om. BEM 3 τῷ] τῶν Κ ὡς om. Α 5 ποιεῖται OP (Turn.) 7 ἐνεσφραγίζεται (sic) M 7.8 διαπλαττόμενος BEMF 9 τὸν om. Α 10 τεχνητοῦ Α ἑκάστω BEMA (v) δὲ A 11 ἀσηπτοτάτου F (??) 11. 12 ἀποστελέχων F 12 κἄπειτα Α 13 ὑπερείδοντο Α ὑπερείδοντο MF (v) 14. 15 διέταττεν AFGHP: συνέταττεν ceteri 15 τεχνητῆς Α ἑκατέρωθεν δὲ BM 17 ἐσώτατον -XdTosjtrcansp. Α (v) ἐσώτατον siuspectum (Wendl.) 18 ταῖς] ἃς τοῖς Α (Turn.) 19 γωνίαις BV2OKG: γωνίαις M, γωνίας ceteri (Turn.) δεξιᾶ Κ δὲ VOKHP ἐπὶ VK εὐώνυμον Κ 20 τέτταρας AP δυεῖν VOKF 21 ἐξ] ἒξ AVK ἄντικρυς VOKFH1P μόναις AFGHP: μόνον ceteri 23 δυεῖν VOK 24 ἄχρι] μέχρι Α (v) συμπληροῦντας V2OK) [*](11 sqq. Exod. 26,18 sqq. — cf. loseph. Ant. lud. III ὒ· 116 sqq.)

v.4.p.219
εἰ δὲ βουληθείη τις τοὺς ἐν τῷ προπυλαίῳ πέντε τῷ ὑπαίθρῳ συνάπτοντας,

ὃ κέκληκεν αὐλήν, τιθέναι χωρίς, ἀπολειφθήσεται ὁ ἁγιώτατος πεντηκοντάδος ἀριθμός, δύναμις ὢν τοῦ ὀρθογωνίου τριγώνου, ὅπερ ἐστὶ τῆς τῶν ὅλων γενέσεως ἀρχή, συμπληρωθεὶς ἐκ τῶν ἐντὸς κιόνων, τεσσαράκοντα μὲν τῶν καθ’ ἑκατέραν πλευρὰν εἴκοσιν, ἓξ δὲ τῶν ἐν μέσῳ δίχα τῶν παρὰ ταῖς γωνίαις ἀποκεκρυμμένων, τεσσάρων δὲ τῶν ἀντικρύ, ἐφ’ ὧν τὸ καταπέτασμα.

τὴν δ’ αἰτίαν, ἧς ἕνεκα τοὺς πέντε τοῖς πεντήκοντα συγκατατάττω καὶ χωρὶς αὐτῶν τίθημι, δηλώσω. ἡ πεντὰς αἰσθήσεων ἀριθμός ἐστιν, αἴσθησις δ’ ἐν ἀνθρώπῳ τῇ μὲν νεύει πρὸς τὰ ἐκτός, τῇ δὲ ἀνακάμπτει πρὸς νοῦν ὑπηρέτις οὖσα φύσεως νόμοις αὐτοῦ.

διὸ καὶ τὴν μεθόριον χώραν ἀπένειμε τοῖς πέντε· τὰ μὲν γὰρ ἐντὸς αὐτῶν ἐκνένευκε πρὸς τὰ ἄδυτα τῆς σκηνῆς, ἅπερ ἐστὶ συμβολικῶς νοητά, τὰ δ’ ἐκτὸς πρὸς τὸ ὕπαιθρον καὶ τὴν αὐλήν, ἅπερ ἐστὶν αἰσθητά· παρὸ καὶ ταῖς βάσεσι διήνεγκαν, χαλκαῖ γάρ εἰσιν· ἐπεὶ δὲ τῆς ἐν ἡμῖν αἰσθήσεως κεφαλὴ μὲν καὶ ἡγεμονικὸν ὁ νοῦς, ἐσχατιὰ δὲ καὶ ὡσανεὶ βάσις τὸ αἰσθητόν, εἴκασε δὴ τὸν μὲν νοῦν χρυσῷ, χαλκῷ δὲ τὸ αἰσθητόν.

μέτρα δὲ τῶν κιόνων ταῦτα· δέκα μὲν πήχεις τὸ μῆκος, εἷς δὲ καὶ ἥμισυς τὸ εὖρος, ἵν’ ἡ σκηνὴ πᾶσι τοῖς μέρεσιν ἴση προφαίνηται.

Παγκάλοις δὲ καὶ ποικίλοις ὑφάσμασιν αὐτὴν περιέβαλεν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ καταχρώμενος εἰς τὴν [*](1 τῷ ὑπαίθρῳ om. A 1. 2 συναπτοὺς V2OK 3 τριγωνίου 4 ἐντὸς] ἐκτὸς M, ὀκτὼ BEGHP (Turn.) 5 καθ’ ἑτέραν P post πλευρὰν interpung. BEM εἴκοσιν, ἓξ δὲ] εἴκοσι δ’ ἐκ BEM 6 παρὰ] ἐν Α (v) 7 ἄντικρυς VOKFH1P 7. 8 τοῖς πέντε τοὺς G 8 συγκατατάττων GH2 (Turn.) 9 ἐν AHP: om. ceteri 9. 10 τῇ — τῇ] πῆ — πῆ Α (v) 10 νεύει AGHP: νεύειν ceteri ἐκτός] ἐκ τῆς M δ’ VOK ἀνακάμπτει AGHP: ἀνακάμπτειν ceteri πρὸς τὸν νοῦν Α (v) 11 νόμοις] ναὶ μὴν καὶ V2OK αὐτοῦ νόμοις transp. F 12 ἐντὸς] ἐκτὸς EF ἐννένευκε VOK 14 διήνεγκε HP 15 εἰσιν] ἦσαν coni. Mang. coll. 218,22 ἐπεὶ δὲ AFGH1P: ἐπὶ δὲ BEMVH-, ἐπειδὴ V2OK κεφαλὴ] κεφάλαιον H (v) 16 ἐσχατιὰ AFGHP: ἐσχατιαὶ ceteri βάσις AFGHP: βάσεις ceteri τὰ αἰσθητὰ V2OK ὅθεν καὶ add. ante εἴκασε V2OK. εἴκασε — αἰσθητόν (17) om. BEM εἴκασον A δὴ Α: δὲ FGHP, om. VOK 18 post μῆκος add. ἑκάστω V2OK εἷς V2OK: εἰς A, πέντε ceteri (Turn.) δὲ καὶ] δέκα Α ἥμισυς V2OK: ἥμισυ ceteri (v) 19 προφέρηται Α 20 δὲ om. BEM περιέ βαλεν] περιεκάλεσεν F 21 κοκκίνῳ καὶ πορφύρα trausp. GHP καταχρούμενος V2K εἰς] αὐτῶν V2OK) [*](18 Exod. 26,16 20 sqq. Exod. 26,1 sqq.)

v.4.p.220
ὑφήν. δέκα γὰρ ἃς διὰ τῆς ἱερᾶς γραφῆς ὠνόμασεν αὐλαίας ἐκ τῶν ἀρτίως λεχθέντων γενῶν ἐδημιούργει, μήκει μὲν ὀκτὼ καὶ εἴκοσι πηχῶν ἑκάστην, εἰς δὲ τέσσαρας πήχεις πρὸς εὖρος ἀποτείνων, ἵνα καὶ δεκάδα ἔχωσι τὴν παντέλειαν καὶ τετράδα τὴν δεκάδος οὐσίαν καὶ τὸν ὀκτὼ καὶ εἴκοσιν ἀριθμὸν τέλειον ἴσον τοῖς ἑαυτοῦ μέρεσι καὶ τεσσαρακοντάδα τὴν ζῳογονικωτάτην, ἐν ᾗ διαπλάττεσθαί φασιν ἄνθρωπον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ.