De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἐν δὲ τούτῳ συνέβαινε τούς τε ἀσεβεῖς ταῖς εἰρημέναις τιμωρίαις κολάζεσθαι καὶ τοὺς καλοκἀγαθίᾳ διενηνοχότας εὖ πάσχειν ἀρετῆς ἐπαξίων ἄθλων τυγχάνοντας.

ἐν μέν γε τῇ φορᾷ τοῦ κεραυνίου πυρὸς οἰκήτορσιν αὐτοῖς ὅλης χώρας ἐμπιπραμένης, εἷς μόνος ἀνὴρ μέτοικος ἐπιφροσύνῃ θείᾳ σῴζεται, διότι τῶν ἐγχωρίων παρανομημάτων οὐδὲν ἠσπάσατο, τῶν μετοίκων εἰωθότων ἀσφαλείας ἕνεκα τὰ ξενικὰ τιμᾶν, ἐπεὶ τοῖς ἀτιμάζουσι κίνδυνος ἐκ τῶν αὐτοχθόνων ἕπεται· καίτοι γ’ οὐκ ἐπ’ ἄκρον ἦλθε σοφίας, ὡς διὰ τελειότητα τῆς ἐν αὐτῷ φύσεως τοσούτου γέρως ἀξιωθῆναι, ἀλλ’ ὅτι μόνος τοῖς πολλοῖς οὐ συνηνέχθη πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνασι καὶ πάσας μὲν ἡδονὰς πάσας δ’ ἐπιθυμίας χορηγίαις ἀφθόνοις ἀνάψασιν ὥσπερ φλόγα λασίῳ ὕλῃ κεχυμένῃ.

κατὰ δὲ τὸν μέγαν κατακλυσμὸν ὀλίγου [*](1 μὲν γὰρ coni. Mang. 2 ἀπέκλυσαν M, κατέκλυσαν G 3 ἐπέσυραν 4 συνεχεῖς om. Α τῶν ὄμβρων VOK τῶν ὄμβρων post νύκτωρ (3) transp. Ο φθοραί P 5 ἐπαυξηθέντος VOK 8 χαλεπῶν HP πυρὶ] περὶ M 10 ἀσεβοῦντας F τοῦ om. F 11 ἀλήκτου V1, ἀλήστου V2OK, ἀλλ’ ἐκ τοῦ H1P ἀνδείκνυται G 13 διασμυχουμένου M, διὰ σμυχομένου Κ 14 καλοκαγαθίας Turn. 15 ἐπ’ ἀξίων M τυγχάνοντας ἄθλων transp. GH γε] γὰρ V2OK 16 κεραυνείου F τῆς ὅλης voluit Mang. Ε 18 ἐσπάσατο coni. Mang. καὶ ταῦτα add. ante τῶν V2OK 20 γε VOK ἦλθε] ἧκε Α (v) 21 γέρως] γένους Α μόνος Mang.: μόνον codd. 21.22 οὐ συνηνέχθη τοῖς πολλοῖς transp. F 24 λασίῳ] θείω F, θείω καὶ GHP (Turn.) ὕλη κεχυμένη BEMF: κεχυμένη ὕλη GHP, ὕλη VOK (Mang.), ὕλη κεχριμένην Α ὀλίγον) [*](1 — 4 Gen. cap. 7 4 — 24 Gen. cap. 19 10—13 cf. dc Ahrah. § 13 — 15 pergit Barb. IV 56: καὶ μετά τινα: ἐν δὲ τούτῳ — τυγχάνοντας.)

v.4.p.214
δέω φάναι τοῦ σύμπαντος ἀνθρώπων γένους φθειρομένου, ἕνα οἶκον ἀπαθῆ γενέσθαι παντὸς κακοῦ λόγος ἔχει, τὸν πρεσβύτατον καὶ ἡγεμόνα τῆς οἰκίας ἐπειδὴ συνέβαινε μηδενὸς ἀδικήματος ἑκουσίου προσάψασθαι. τὸν δὲ τρόπον τῆς σωτηρίας, ὡς αἱ ἱεραὶ βίβλοι περιέχουσιν, ἄξιον ἱστορηθῆναι διά τε μεγαλουργίαν καὶ ἅμα βελτίωσιν ἠθῶν.

νομισθεὶς γὰρ ἐπιτήδειος εἶναι μὴ μόνον ἀμοιρῆσαι τῆς κοινῆς συμφορᾶς, ἀλλὰ καὶ δευτέρας γενέσεως ἀνθρώπων αὐτὸς ἀρχὴ γενέσθαι, θείαις προστάξεσιν, ἃς ὑφηγοῦντο οἱ χρησμοί, ξύλινον δημιουργήσας ἔργον μέγιστον εἰς πήχεις τριακοσίους μῆκος καὶ πεντήκοντα εὖρος καὶ τριάκοντα ὕψος καὶ συνεχῆ κατασκευασάμενος ἔνδον οἰκήματα ἐπίπεδα καὶ ὑπερῷα, τριώροφα καὶ τετρώροφα, καὶ τροφὰς ἑτοιμασάμενος, ἀφ’ ἑκάστου γένους ζῴων ὅσα χερσαῖα καὶ πτηνὰ εἰσήγαγεν ἄρρεν τε καὶ θῆλυ σπέρματα ὑπολειπόμενος πρὸς καταλλαγὴν καιρῶν τῶν αὖθίς ποτε γενησομένων·

ᾔδει γὰρ τὴν τοῦ θεοῦ φύσιν ἵλεω, κἂν εἰ τὰ εἴδη φθείροιτο, ἀλλά τοι τὴν ἐν τοῖς γένεσιν ἀφθαρσίαν ἕνεκα τῆς πρὸς αὐτὸν ὁμοιότητος καὶ τοῦ μηδὲν τῶν κατὰ πρόθεσιν φύντων ποτὲ λυθῆναι διαμένουσαν· οὗ χάριν πάντα ἐπειθάρχει καὶ τὰ τέως ἐξηγριωμένα ἡμεροῦτο καὶ οἷα νομεῖ καὶ ἀγελάρχῃ τιθασευθέντα ἐπηκολούθει.

μετὰ δὲ τὴν εἴσοδον ἁπάντων εἴ τις ἐθεάσατο τὸ πλήρωμα, οὐκ ἂν διήμαρτεν εἰπών, ἀντίμιμον εἶναι γῆς ἁπάσης ἐν ἑαυτῷ φέρον τὰ ζῴων γένη, ὧν καὶ ἡ σύμπασα γῆ τὰ ἀμύθητα εἴδη καὶ πρότερον ἤνεγκε καὶ ἴσως αὖθις οἴσει.

τὰ δ’ εἰκασθέντα χρόνοις ὕστερον οὐ μακροῖς ἀπέβαινε· τὸ μὲν [*](1 δέω] δὲ VOK ἀνθρώπων om. HP ἕνα] τὸν Νῶς Α (v) 2 διὰ add. ante τὸν V2OK 4 τόνδε τὸν τρόπον BE ὡς αἱ AF: ὃν αἱ V2OK, αἱ (om. ὡς) ceteii: ὡς (om. αἱ) v 5 ἱστορῆσαι BEMA (v) ἠθῶν FGHP: ᾠήθην ceteri 6 εἶναι ἐπιτήδειος transp. HP (v) 7 post ἀνθρώπων add. γένους YOK 8 ὑφ’ ἡγοῦνται HP 9 τριακοσίους FG: τριακοσίας ceteri 10 οἰκήματα ἔνδον transp. O 11 τετρόροφα BMF ἑκάστου] ἑκατέρου H 12 ἄρσεν BM τε om. VOK 13 ὑπολιπόμενος BEM καταλλαγὴν καιρῶν corruptum: καταγωγὴν γενῶν conicio, καταβολὴν καὶ ἑτέρων (scil. σπερμάτων) coni. Mang. 14 τοῦ θεοῦ φύσιν F: φύσιν τοῦ θεοῦ transp. ceteri ἵλεων FGHP εἰ om. VOK τοι om. VOk 15 ἀφθαρσίαν om. H1P 16 τῶν FV2OK: om. ceteri (v) κατὰ πρόθεσιν] κατ’ ἐπιφροσύνην θείαν V-OK 17 τὰ τέως FGHP: τά τε ceteri ἠγριωμένα ἐξημεροῦτο BEMA (v) 18 ἀγελάρχῃ ἀγελάρχει Ε): ἀγελάρχῳ v τιθασευθέντα HP: τιθασσευθέντα FG, τιθασὰ ὄντα BE, τιθασσὰ ὄντα MAVOK 20 εἶναι γῆς F: γῆς εἶναι trausp. ceteri πάσης BEMA ἐαυτῶ FGHP: αὐτῶ ceteri φέρων B1EV1, φέροντα H1P 21 εἴδη GHP: γένη ceteri πρότερα F ἴσως GHP: ὕστερον ceteri (v) 22 (??) post οἴσει multa deesse putavit Mang. ἀπέβαινον VOK) [*](4 sqq. Gen. 6,13 — 819)

v.4.p.215
γὰρ πάθος ἐλώφα καὶ ἡ τοῦ κατακλυσμοῦ φορὰ καθ’ ἑκάστην ἡμέραν ἐμειοῦτο, τῶν τε ὄμβρων ἐπισχεθέντων καὶ τοῦ κατὰ πᾶσαν γῆν ἀναχυθέντος ὕδατος τῇ μὲν ἀναλισκομένου τῷ ἀφ’ ἡλίου φλογμῷ τῇ δὲ ὑπονοστοῦντος εἰς χαράδρας καὶ φάραγγας καὶ τὰς ἄλλας τῆς γῆς κοιλότητας· ὥσπερ γὰρ θεοῦ προστάξαντος, ἑκάστη φύσις ὅπερ ἔχρησεν οἷα δάνειον ἀναγκαῖον ἀπελάμβανε, θάλαττα καὶ πηγαὶ καὶ ποταμοί· πρὸς γὰρ τοὺς οἰκείους τόπους ἕκαστον ῥεῖθρον ὑπενόστει.

μετὰ δὲ τὴν κάθαρσιν τῶν ὑπὸ σελήνην, ἀπολουσαμένης τῆς γῆς καὶ νέας ἀναφανείσης καὶ τοιαύτης, οἵαν εἰκὸς εἶναι ὅτε τὴν ἀρχὴν μετὰ τοῦ κόσμου παντὸς ἐκτίζετο, πρόεισιν ἐκ τοῦ ξυλίνου κατασκευάσματος αὐτὸς καὶ γυνὴ καὶ υἱοὶ καὶ τούτων γυναῖκες καὶ μετὰ τῆς οἰκίας ἀγεληδὸν τὰ συνεληλυθότα τῶν ζῴων γένη πρὸς τὴν τῶν ὁμοίων σποράν τε καὶ γένεσιν.

ταῦτα τῶν ἀγαθῶν ἀνδρῶν ἐστιν ἀριστεῖα καὶ ἆθλα, δι’ ὧν οὐ μόνον αὐτοὶ καὶ γένη σωτηρίας ἔτυχον τοὺς μεγίστους κινδύνους ἐκφυγόντες, οἳ κατὰ τὸν τῶν στοιχείων νεωτερισμὸν τοῖς πανταχοῦ πᾶσιν ἐπετειχίσθησαν, ἀλλὰ καὶ παλιγγενεσίας ἐγένοντο ἡγεμόνες καὶ δευτέρας ἀρχηγέται περιόδου, καθάπερ ἐμπυρεύματα τοῦ ζῴων ἀρίστου γένους ἀνθρώπων ὑπολειφθέντες, ὃ τὴν ἡγεμονίαν τῶν περιγείων ἅπαξ ἁπάντων ἔλαχεν ἀντίμιμον γεγονὸς θεοῦ δυνάμεως, εἰκὼν τῆς ἀοράτου φύσεως ἐμφανής, ἀιδίου γενητή.

* * *

[*](1 γὰρ om. Α φορὰ AVOK: φθορὰ ceteri (v) ἡμέραν om. BEMA 3 τῆ (bis) GHP: πῆ (bis) ceteri δὲ καὶ VOK 4 φάλαγγας F 5 γὰρ om. BEMA ’J ὑπελάμβανε Η 8 τῶν] τὴν O 9 τοιαύτης AGP: τοιαύτην ceteri οἵαν GHP: ὁποίαν ceteri τοῦ om. HP παντὸς om. F 10 ἡ γυνὴ καὶ οἱ υἱοὶ H 11 pr. καὶ] καὶ αἱ BEMA (v) ἀγεληδὸν om. BEMA συνεισεληλυθότα H, συνεισελθόντα P 12 γένη om. F 14 τοῦ μεγίστου κινδύνου D ἐκφυγόντες κινδύνους transp. Α (v) 15 τὸν om. F μετεωρισμὸν Barb. 16 ἀρχηγέται] ἀρχῆσθαι Barb. 17 ἐμπυρεύματι Κ τοῦ] τῶν BEMA (v) ἀνθρώπων om. F 18 ὑπολειφθέντος BEMA ὃ] καὶ D, ὃ om, BEM τῶν om. Barb. ἔλαχον BEMK 19 ἀντίμιμος BEM γεγονὸς AGHP Barb.: γεγονὼς ceteri δυνάμεως codd.: δυνάμεων V 20 γεννητή VO, γεννητὴ Κ, γενητῆς liarb. Φίλωνος περὶ τοῦ βίου μωυσέως λόγος β΄ subscr. Β lacunam statuit Massebieau)[*](13 — 20 D R fol. 33v τοῦ αὐτοῦ Φίλωνος) περὶ κοσμοποιίας (sic) D L fol. 38r τοῦ αὐτοῦ: ἀγαθῶν ἀνδρῶν ἐστιν ἀριστεῖα — ἐκφυγόντες, ἀλλὰ καὶ παλιγγενεσίας ἐγένοντο ἡγεμόνες καὶ δευτέρας ἀρχηγέται περιόδου, ἐν τῷ κατὰ τῶν στοιχείων νεωτερισμῷ τοῖς πανταχοῦ πᾶσιν ἐπιτειχισθέντι, καθάπερ ἐμπυρεύματα — ἔλαχε, κατὰ τὸν βίον γένος θεοῦ δυνάμεως καὶ εἰκὼν τῆς ἀοράτου καὶ ἀιδίου φύσεως. 12—217,10 pergit Barb. IV καὶ πάλιν: ταῦτα — κατὰ τὴν ἱερωσύνην πάντα.)
v.4.p.216

Δύο μὲν ἤδη μέρη τοῦ βίου Μωυσέως διεξεληλύθαμεν, τό τε περὶ βασιλείας καὶ νομοθετικῆς· τρίτον δὲ προσαποδοτέον τὸ περὶ ἱερωσύνης. ὃ τοίνυν μέγιστον καὶ ἀναγκαιότατον ἀρχιερεῖ προσεῖναι δεῖ, τὴν εὐσέβειαν, ἐν τοῖς μάλιστα οὗτος ἤσκησεν ἅμα καὶ φύσεως εὐμοιρίᾳ χρησάμενος, ἣν ὥσπερ ἀγαθὴν ἄρουραν φιλοσοφία παραλαβοῦσα δογμάτων θεωρίᾳ παγκάλων ἐβελτίωσε καὶ οὐ πρότερον ἀνῆκεν ἢ τελειογονηθῆναι τοὺς ἀρετῆς καρποὺς διά τε λόγων καὶ πράξεων.

τοιγαροῦν μετ’ ὀλίγων ἄλλων φιλόθεός τε καὶ θεοφιλὴς ἐγένετο, καταπνευσθεὶς ὑπ’ ἔρωτος οὐρανίου καὶ διαφερόντως τιμήσας τὸν ἡγεμόνα τοῦ παντὸς καὶ ἀντιτιμηθεὶς ὑπ’ αὐτοῦ· τιμὴ δ’ ἁρμόττουσα σοφῷ θεραπεύειν τὸ πρὸς ἀλήθειαν ὄν· ἱερωσύνη δὲ θεραπείαν ἐπιτετήδευκε θεοῦ. τούτου τοῦ γέρως, οὗ μεῖζον ἀγαθὸν ἐν τοῖς οὖσιν οὐκ ἔστιν, ἠξιοῦτο χρησμοῖς ἕκαστα τῶν

εἰς τὰς λειτουργίας καὶ ἱερὰς ὑπηρεσίας ἀναδιδασκόμενος. ἔδει δὲ πρότερον ὥσπερ τὴν ψυχὴν καὶ τὸ σῶμα καθαρεῦσαι, μηδενὸς πάθους προσαψάμενον, ἀλλ’ ἁγνεύσαντα ἀπὸ πάντων ὅσα τῆς θνητῆς ἐστι φύσεως, σιτίων καὶ ποτῶν καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας.

ἀλλὰ ταύτης μὲν ἐκ πολλῶν χρόνων κατεφρόνησε καὶ σχεδὸν ἀφ’ οὗ τὸ πρῶτον ἤρξατο προφητεύειν καὶ θεοφορεῖσθαι, προσῆκον ἡγούμενος ἕτοιμον ἐμπαρέχειν ἀεὶ τοῖς χρησμοῖς ἑαυτόν· σιτίων δὲ καὶ ποτῶν ἐπὶ ἡμέρας τεσσαράκοντα ἑξῆς ἠλόγησε, δηλονότι τροφὰς ἔχων ἀμείνους τὰς διὰ θεωρίας, αἷς ἄνωθεν ἀπ’ οὐρανοῦ καταπνεόμενος τὴν μὲν διάνοιαν τὸ πρῶτον, ἔπειτα δὲ καὶ τὸ σῶμα διὰ τῆς ψυχῆς ἐβελτιοῦτο, καθ’ ἑκάτερον [*](1 iucipit hic in codicibus et editionibus liber tertius, ego libros II et III in unum coniunxi φίλωνος περὶ τοῦ βίου μώσεως λόγος γ΄ UEMG, φίλωνος φίλωνος περὶ βίου μώσεως A, τοῦ αὐτοῦ περὶ τοῦ βίου μωυσέος λόγος γ΄ P, φίλωνος περὶ τοῦ βίου μώσεως λόγος τρίτος (ss. περὶ ἱερωσύνης λόγος τρίτος) H, περὶ ἱερωσύνης λόγος γ΄ VO, tit. om. Κ’ τοῦ αὐτοῦ περὶ τῆς μώσεως ἱερωσύνης F ἤδη] εἴδη Α μέρη om. Α μώσεως BEMA Barb., μωυσέος FGHP μώσεως τοῦ βίου transp. Α (v) διεληλύθαμεν M 2 τε om. Α (v) ἀποδοτέον Barb. 3 δεῖ corr. cx δὴ Α 4 οὗτος] αὐτὸς Α (Turn.) 5 παραλαμβάνουσα Α 6 παγκάλως AFGHP Barb. (Turn.) ἢ] ἢ Barb., om. Α. τελείους γενηθῆναι G 7 τοὺς τῆς ἀρετῆς G post τοιγαροῦν add. ὁ Barb. 7.8 ὀλίγους ἄλλους V2OK Ι 8 ἐγένετο A 9 οὐρανίου om. in lac. Barb. 10 δὲ VOK 12 ἐπ’ ἀγαθὸν (sic) P ἡξιοῦται (sic) M 14 καθαρεῦσαι] θεραπεῦσαι Barb. 15 ἁγνε·ύσαντα YOKG: ἁγνεῦσαν BEFHP, ἁγνεῦσαι MA Barb. (v) ἐστι om. Κ Haib. 16. 17 ταύτης] ὅταν Barb. 18 θεοφορεῖσθαι] ἐμφορᾶσθαι Barb. 19 αἰεὶ Α, ἀεὶ om. Barb. δὲ] τε Α (v) 11). 20 τεσσαράκοντα ἡμέρας transp. Α (v), τεμηφαγόντα (sic) ἡμέρας Barb. 20 δῆλον ὅτι Barb. τροφὰς om. Η1, ss. 2 τὰς — οὐρανοῦ (21) om. in lac. Barb. 22 δὲ AF: om. ceteri ἐβελτιοῦτο 0111. in lac. Barb.)

v.4.p.217
πρός τε ἰσχὺν καὶ εὐεξίαν ἐπιδιδούς, ὡς τοὺς ἰδόντας ὕστερον ἀπιστεῖν.

εἰς γὰρ ὄρος ὑψηλότατον καὶ ἱερώτατον τῶν περὶ τὸν τόπον ἀνελθὼν προστάξεσι θείαις, ὅπερ ἀπρόσιτον καὶ ἄβατον ἦν, εἰς ἐκεῖνον λέγεται διαμεῖναι τὸν χρόνον οὐδὲν ἐπιφερόμενος τῶν εἰς ἀναγκαίας ἀπόλαυσιν τροφῆς καὶ ἡμέραις ὕστερον, ὡς ἐλέχθη, τεσσαράκοντα κατέβαινε πολὺ καλλίων τὴν ὄψιν ἢ ὅτε ἀνῄει, ὡς τοὺς ὁρῶντας τεθηπέναι καὶ καταπεπλῆχθαι καὶ μηδ’ ἐπὶ πλέον ἀντέχειν τοῖς ὀφθαλμοῖς δύνασθαι κατὰ τὴν προσβολὴν ἡλιοειδοῦς φέγγους ἀπαστράπτοντος.