De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
διόπερ λέγεται· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), ἵν’, εἰ μὲν δέξεται φαῦλον τύπον, ἑτέρων φαίνηται δημιούργημα, εἰ δὲ καλόν, τοῦ τῶν καλῶν καὶ ἀγαθῶν μόνων τεχνίτου. πάντως οὖν σπουδαῖος ἐκεῖνός ἐστιν, ᾧ φησιν· „ἐγώ εἰμι θεὸς σός,“ ποιητοῦ μόνου λαχὼν ἄνευ συμπράξεως ἑτέρων.
ἅμα μέντοι καὶ τὸ πολλαχοῦ κατασκευαζόμενον αὐτῷ δόγμα συνάγει διδάσκων, ὅτι μόνων ἀγαθῶν καὶ σοφῶν δημιουργός ἐστιν. οὗτος δὲ πᾶς ὁ θίασος τὴν τῶν ἐκτὸς ἄφθονον κτῆσιν ἑαυτὸν ἑκὼν ἀφῄρηται, ἀλλὰ καὶ τῶν σαρκὶ φίλων ὠλιγώρηκεν.
εὐέκται μὲν γὰρ καὶ σφριγῶντες ἀθληταὶ τὸ δοῦλον ἐπιτετειχικότες ψυχῇ τὸ σῶμα, ὠχροὶ δὲ καὶ διερρυηκότες καὶ κατεσκελετευμένοι τρόπον τινὰ οἱ ἀπὸ παιδείας, ταῖς ψυχικαῖς δυνάμεσι καὶ τοὺς σωματικοὺς τόνους προσκεκληρωκότες καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εἰς ἓν εἶδος τὸ τῆς ψυχῆς ἀναλυθέντες καὶ ἀσώματοι διάνοιαι γεγονότες.
φθείρεται οὖν εἰκότως τὸ γεῶδες καὶ καταλύεται, ὅταν ὅλος δι’ ὅλων ὁ νοῦς εὐαρεστεῖν προέληται θεῷ· σπάνιον δὲ καὶ τὸ γένος καὶ μόλις εὑρισκόμενον, πλὴν οὐκ ἀδύνατον γενέσθαι. δηλοῖ δὲ τὸ χρησθὲν ἐπὶ τοῦ Ἐνὼχ λόγιον τόδε· „εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, καὶ οὐχ εὑρίσκετο“ (Gen. 5, 24).
ποῦ γὰρ ἂν σκεψάμενός τις εὕροι τἀγαθὸν τοῦτο; ποῖα πελάγη διαβαλών; πρὸς τίνας νήσους, τίνας ἠπείρους ἐλθών; παρὰ βαρβάροις ἢ παρ’ Ἕλλησιν;
ἢ οὐχὶ καὶ μέχρι νῦν τῶν φιλοσοφίᾳ τετελεσμένων εἰσί τινες, οἳ λέγουσιν ἀνύπαρκτον εἶναι σοφίαν, ἐπειδὴ καὶ τὸν σοφόν; μηδένα γὰρ ἀπ’ ἀρχῆς ἀνθρώπων γενέσεως [*](2 σός conicio τοῦ αὐτοῦ conicio 3 φαύλην 5 μόνον Hoesch. αὐτὴ scripsi: αὐτὴ codd. 7 δέξεται Β, ex corr. A: δέξηται prius Α, δέξαιτο conicio 9 μόνον Hoesch. ἐστιν ἐκεῖνος Β 10 μόνου θεοῦ vel τούτου μόνου conicio 11 ἀτῶ Β εἰσάγει coni. Mang. 12 μόνων conicio οὕτος] τούτων conicio 13 τῶν ἐκτὸς ἄφθονον Markland: ἐκ τοῦ ἀφθόνου codd. 15 ἀθληταὶ οἱ conicio alterum τὸ vid. secl. 18 διάνοιαι διανοία codd. 19 καταλύεται Mang.: κατακλύζεται codd. 20 καὶ vid. del. 23 ἄν addidi 23. 24 εὖροι (corr. ex εὕρη) τἀγαθὸν A: εὕροιτ᾿ ἀγαθὸν Β, εὕρῃ τὸ ἀγαθὸν V 24 διαλαβών A πρὸς add. Mang., sed fort. lin. 25 ἐπελθὼν leg.) [*](26 Stoici: Zeller III 1 p. 253. 254. 27—263,2 DC fol. 46v (post locum vol. I p. 247,12 allatum) DR fol. 24r τοῦ αὐτοῦ περὶ γενέσεως Ἄβελ et fol. 67v (post locum ad vol. I l. c. allatum): ἀδύνατον ἀπ’ ἀρχῆς . . . ἀνυπαίτιον εὑρεῖν τητῶ σώματι ἐνδεδεμένον. 4—6 DR fol. 77r τοῦ αὐτοῦ ἐκ τῶν μετονομαζομένων: μὲν—συνέρχεσθαι. 14—20 DP fol. 305v (post verba κοινωνικὸν καὶ οὐ μονωτικὸν ζῷον ὁ ἄνθρωπος ad nostrum librum relata; v. Harris p. 105. 92. eadem praecedunt in DR) DR fol. 253v τοῦ αὐτοῦ: τῷ Ἀβραὰμ εἴρηται ἐκ προσώπου—πάντα. p. 164,2. 17—19 cf. ad p. 116, 18.)
ταῦτα δ’ εἰ μὲν ὀρθῶς λέγεται, σκεψόμεθα ἐν καιρῷ· νυνὶ δ’ ἀκολουθήσαντες τῷ λογίῳ φήσομεν, ὅτι ἔστι μὲν ὑπαρκτὸν πρᾶγμα σοφία, ἔστι δὲ καὶ ὁ ἐραστὴς αὐτῆς, σοφός, ὑπάρχων δὲ ὅμως ἡμᾶς τοὺς φαύλους διαλέληθεν· ἀγαθὸν γὰρ οὐκ ἐθέλει κακῷ συνέρχεσθαι.
διὰ τοῦτο λέγεται· „οὐχ εὑρίσκετο“ ὁ εὐαρεστήσας τρόπος τῷ θεῷ, ὡς ἂν δήπου ὑπαρκτὸς μὲν ὤν, ἀποκρυπτόμενος δὲ καὶ τὴν εἰς ταὐτὸ σύνοδον ἡμῶν ἀποδιδράσκων, ἐπειδὴ καὶ μετατεθῆναι λέγεται, τὸ δ’ ἐστὶ μεταναστῆναι καὶ μετοικίαν στείλασθαι τὴν ἀπὸ θνητοῦ βίου πρὸς τὸν ἀθάνατον.
Οὗτοι μὲν δὴ τὴν ἔνθεον μανίαν μανέντες ἐξηγριώθησαν, ἕτεροι δ’ εἰσὶν οἱ τῆς τιθασοῦ καὶ ἡμέρου σοφίας ἑταῖροι. τούτοις καὶ εὐσέβεια διαφερόντως ἀσκεῖται καὶ τὰ ἀνθρώπεια οὐχ ὑπερορᾶται. μάρτυρες δ’ οἱ χρησμοί, ἐν οἷς λέγεται τῷ Ἀβραὰμ ἐκ προσώπου τοῦ θεοῦ· „εὐαρέστει ἐνώπιον ἐμοῦ“ (Gen. 17, 1), τοῦτο δ’ ἐστὶ μὴ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς ἐμοῖς ἔργοις παρ’ ἐμοὶ κριτῇ, ὡς ἐφόρῳ καὶ ἐπισκόπῳ.
τιμῶν γὰρ γονεῖς ἢ πένητας ἐλεῶν ἢ φίλους εὐεργετῶν ἢ πατρίδος ὑπερασπίζων ἢ τῶν κοινῶν πρὸς ἅπαντας ἀνθρώπους δικαίων ἐπιμελούμενος εὐαρεστήσεις μὲν πάντως τοῖς χρωμένοις, θεοῦ δ’ ἐνώπιον εὐαρεστήσεις· ἀκοιμήτῳ γὰρ ὀφθαλμῷ βλέπει πάντα καὶ τὰ σπουδαῖα χάριτι ἐξαιρέτῳ πρὸς ἑαυτὸν καλεῖ καὶ ἀποδέχεται.