De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„ὅταν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται· ἵνα γνῷς, ὅτι κυρίου ἡ γῆ,“ οἱονεὶ πᾶσα ἡ σωματικὴ καὶ γεώδης σύστασις, „καὶ σύ“, ὁ ἀγαλματοφορούμενος νοῦς, „καὶ οἱ θεράποντές σου,“ οἱ κατὰ μέρος δορυφοροῦντες λογισμοί. „ἐπίσταμαι γάρ, ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον“ (Exod. 9,29. 30), ἴσον τῷ οὐ τὸν λεγόμενον ἄλλως, ἀλλὰ τὸν ὄντως ὄντα δεσπότην.
κύριος γὰρ γενητὸς πρὸς ἀλήθειαν οὐδείς, κἂν ἀπὸ περάτων ἐπὶ πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται· μόνος δ’ ὁ ἀγένητος ἀψευδῶς ἡγεμών, οὗ τὴν ἀρχὴν ὁ δεδιὼς καὶ καταπεπληγμένος ἆθλον [*](1. 2 εἰ καὶ ὀψιμαθὴς ἢν, οὐ conicio ἐφαντασιώθη Cohn: ἐφαντασιάσθη 4 τὸν] τὴν Α ἀκροατὴν καὶ om. Α 5 ἄν addidi τῶν (del. δὲ) conicio 7 post οὗ add. ὁ Α, ras. in Β 11 ἱδρυσάμενος] δ ex corr. Β 11. 12 κύριον καὶ secl. Mang. 14 χρισθέντων Α δὲ] γε conicio 15 ἐν ἀρχῇ, sc. orationis dei] „κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ (Prov. 8, 22) coni. Mang. 16 Φαραὼ Β 17 Μωσῆς codd. 18 τὰς χεῖρας om. Β 19 ὁ om. Β κύριον Α 24 γεννητὸς codd. D (Ant. Mel.) 25 ἐπὶ codd.: εἰς D (Ant.) εὐρύνας om. DR (Ant.)) [*](24—26 DP fol. 130 (ἐκ τοῦ περὶ τῶν μετονομαζομένων) DR fol. 159r τοῦ p. 434 Φίλωνος Anton. Mel. II 21 col. 1063: κύριος γεννητὸς—Ηγεμών.)
οὐκοῦν κύριος ἀφρόνων ἐπιδέδεικται τὸν ἄρχοντος ἐπανατεινάμενος οἰκεῖον φόβον, θεὸς δὲ βελτιουμένων γράφεται, καθὼς καὶ νῦν· „ἐγώ εἰμι θεὸς σός“ (Gen. 17,1), „ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου" (Gen. 35,11), τελείων δὲ ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός, ὡς ἐν δέκα λόγοις· „ἐγὼ κύριος ὁ θεός σου“ (Exod. 20, 2) καὶ ἑτέρωθι·
„κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν“ (Deut. 4,1). δικαιοῖ γὰρ τὸν μὲν φαῦλον ὡς ὑπὸ κυρίου δεσπόζεσθαι, ἵν’ εὐλαβούμενος καὶ στένων ἐπικρεμάμενον ἔχῃ τὸν δεσποτικὸν φόβον, τὸν δὲ προκόπτοντα ὡς ὑπὸ θεοῦ εὐεργετεῖσθαι, ὅπως ταῖς εὐποιίαις τελειότητος ἐφίκηται, τὸν δὲ τέλειον καὶ ἡγεμονεύεσθαι ὡς ὑπὸ κυρίου καὶ εὐεργετεῖσθαι ὡς ὑπὸ θεοῦ· διαμένει γὰρ οὗτος εἰσάπαν ἄτρεπτος, ἐκεῖνος δὲ πάντως ἐστὶν ἄνθρωπος θεοῦ.
δηλοῦται δὲ τοῦτο μάλισθ’ ὡς ἐπὶ Μωυσέως· „αὕτη“ γάρ φησιν „ἡ εὐλογία ἣν εὐλόγησε Μωυσῆς, ἄνθρωπος θεοῦ“ (Deut. 33, 1). ὢ παγκάλης καὶ ἱεροπρεποῦς ἀντιδόσεως ἀξιωθείς, θείας προνοίας ἀντιδοῦναι ἑαυτόν.
ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ, ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν, αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς.
ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς“ (Gen. 17,1) λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ.
ἄτρεπτον γὰρ καὶ ἀμετάβλητον, χρῇζον ἑτέρου τὸ παράπαν οὐδενός, ὥστε αὐτοῦ μὲν εἶναι τὰ πάντα, μηδενὸς δὲ κυρίως αὐτό. τῶν δὲ δυνάμεων, ἃς ἔτεινεν εἰς γένεσιν ἐπ’ εὐεργεσίᾳ τοῦ συσταθέντος, ἐνίας συμβέβηκε λέγεσθαι ὡσανεὶ πρός τι, τὴν βασιλικήν, τὴν εὐεργετικήν· βασιλεὺς γάρ τινος καὶ εὐεργέτης τινὸς ἑτέρου πάντως βασιλευομένου καὶ εὐεργετουμένου.
τούτων συγγενής ἐστι καὶ ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας [*](1 αἴρεται scripsi: αἱρεῖται codd. νουθεσίαν coni. Mang. 2 ἀφρόνων A: ἀμφοτέρων Β 3 καθὰ coni. Cohn 4 σὸς καὶ ἑτέρωθι conicio ὁ addidi 5 καὶ transpos. B 6 δεκαλόγοις codd. ἐγὼ—σου om. Β 7 ὑμῶν Hoesch.: codd. 13 ὡς fort. del. Μωυσέος codd. 15 ἰσορρεποῦς Β 15. 16 ἀντιδόσεως, ἀξιωθῆναι θείας προνοίας αὐτόν conicio 18 δὴ A: δὲ Β 18. 19 διάνοια et αὐτὴ conicio 24 μένον ἐν conicio 28 πρός τι ὡσανεί transpon.)
μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος, οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ διέπλασεν — ἐχθρὸν γὰρ θεῷ κακία —, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν.