Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

πάνυ καλῶς τὸ φθάσαι μέχρι θεοῦ τὴν ἱκεσίαν· οὐκ ἂν δὲ ἔφθασεν, εἰ μὴ ὁ καλῶν χρηστὸς ἦν. ἐνίαις δὲ ψυχαῖς προαπαντᾷ· "ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε“ (Exod. 20, 24). ὁρᾷς ὅση τοῦ αἰτίου ἡ χάρις φθάνοντος τὴν ἡμετέραν μέλλησιν καὶ προαπαντῶντος εἰς εὐεργεσίαν παντελῆ τῆς ψυχῆς. καὶ χρησμός ἐστι δογματικὸς τὸ λεγόμενον· ἐὰν γὰρ ἔλθῃ εἰς τὴν διάνοιαν ἔννοια θεοῦ, εὐθὺς εὐλογιστεῖ τε καὶ πάσας τὰς νόσους αὐτῆς ἰᾶται.

ἡ δέ γε αἴσθησις αἰεὶ λυπεῖται καὶ στένει καὶ τίκτει μετ’ ὀδύνης καὶ ἀλγηδόνων ἀνηκέστων τὸ αἰσθάνεσθαι, ὡς καὶ αὐτός φησιν· „ἐν λύπαις τέξῃ τέκνα“ (Gen. 3, 16)· τίκτει δὲ ἡ μὲν ὅρασις τὸ ὁρᾶν, ἡ δὲ ἀκοὴ τὸ ἀκούειν, ἡ δὲ γεῦσις τὸ γεύεσθαι, καὶ συνόλως ἡ αἴσθησις τὸ αἰσθάνεσθαι· ἀλλ’ οὐκ ἄνευ χαλεπῆς ἀνίας τῷ ἄφρονι ἕκαστον τούτων ποιεῖται, ἐπιλύπως γὰρ οὗτος καὶ ὁρᾷ καὶ ἀκούει καὶ γεύεται καὶ ὀσφραίνεται καὶ κοινῶς αἰσθάνεται.

ἔμπαλιν δὲ τὴν ἀρετὴν εὑρήσεις μετὰ χαρᾶς ὑπερβαλλούσης [καὶ] κυοφοροῦσαν καὶ τὸν σπουδαῖον σὺν γέλωτι καὶ εὐθυμίᾳ γεννῶντα καὶ τὸ γέννημα ἀμφοῖν αὐτὸ γέλωτ’ ὄν. ὡς μὲν οὖν ὁ σοφὸς χαίρων ἀλλ’ οὐ λυπούμενος γεννᾷ, μαρτυρήσει λέγων οὕτως ὁ θεῖος λόγος· "εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάρρα αὐτῆς ἔσται τὸ ὄνομα· εὐλογήσω αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17,15. 16)· εἶτ’ ἐπιλέγει· "καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασε καὶ εἶπεν Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (ib. 17) ;

οὗτος μὲν δὴ φαίνεται γεγηθὼς καὶ γελῶν, ὅτι μέλλει γεννᾶν τὸ εὐδαιμονεῖν, τὸν Ἰσαάκ· γελᾷ δὲ καὶ ἡ ἀρετὴ Σάρρα, μαρτυρήσει δὲ ὁ αὐτὸς λέγων ὧδε· "ἐξέλιπε Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα, καὶ ἐγέλασε τῇ διανοίᾳ καὶ εἶπεν Οὔπω μοι γέγονε τὸ εὐδαιμονεῖν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου“ θεῖος λόγος „πρεσβύτερός ἐστιν“ (Gen. 18, 11. 12), ᾧ προσεῖναι τοῦτο ἀνάγκη καὶ πιστεύειν καλὸν ὑπισχνουμένῳ. καὶ τὸ γέννημα δ’ ἐστὶ γέλως καὶ χαρά· τοῦτο γὰρ [*](1 ἐκάλεσεν H 10 εὐθὺς εὐλογιστεῖται ΑΡ, εὐλογιστεῖται εὐθὺς BH, εὐλογιστεῖ τε corr. Turn. αὐτῆς AP: αὑτῆς BH 13 τέξει Η 15 ἀνίας] ἀνοίας L 18 καὶ prius seclusi τὸν codd.: τὸ Mang. 19 γεννῶντα Mang.: γεννῶσαν codd. 20 γέλωτ᾿ scripsi: γέλως codd. 21 καὶ εἶπεν v, καὶ om. codd. 25 γενήσεται codd.: γενήσεται υἱός v ἐννενήκοντα AB 26 γελῶν codd.: γελᾶν Mang.)

v.1.p.162
καὶ Ἰσαὰκ ἑρμηνεύεται.

λυπείσθω τοιγαροῦν αἴσθησις, ἀρετὴ δ’ αἰεὶ χαιρέτω· καὶ γὰρ γεννηθέντος τοῦ εὐδαιμονεῖν φησι σεμνυνομένη· „γέλωτα ἐποίησέ μοι ὁ κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6). ἀναπετάσαντες οὖν ὦτα, ὦ μύσται, παραδέξασθε τελετὰς ἱερωτάτας· ὁ γέλως ἐστὶν ἡ χαρά, τὸ δὲ „ἐποίησεν“ ἴσον τῷ ἐγέννησεν, ὥστ’ εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἰσαὰκ ἐγέννησεν ὁ κύριος· αὐτὸς γὰρ πατήρ ἐστι τῆς τελείας φύσεως, σπείρων ἐν ταῖς ψυχαῖς καὶ γεννῶν τὸ εὐδαιμονεῖν.

„Καὶ πρὸς τὸν ἄνδρα σου“ φησίν „ἡ ἀποστροφή σου“ (Gen. 3,16). δύο αἰσθήσεως ἄνδρες εἰσίν, ὁ μὲν νόμιμος, ὁ δὲ φθορεύς· ἀνδρὸς μὲν γὰρ φθορέως τρόπον τὸ μὲν ὁρατὸν κινεῖ τὴν ὅρασιν, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ χυλὸς τὴν γεῦσιν, καὶ τῶν ἄλλων ἕκαστον· ταῦτα δ’ ἀποστρέφει καὶ καλεῖ τὴν ἄλογον αἴσθησιν πρὸς ἑαυτὰ καὶ κατακρατεῖ καὶ κυριεύει· τό τε γὰρ κάλλος τὴν ὅρασιν ἐδουλώσατο ὅ τε ἡδὺς χυλὸς τὴν γεῦσιν καὶ τῶν ἄλλων ἕκαστον αἰσθητῶν τὴν κατ’ αὐτὸ αἴσθησιν·

ἴδε γέ τοι τὸν λίχνον, ὡς δουλεύει ταῖς παρασκευαῖς τῶν ὅσα ὀψαρτυταὶ καὶ σιτοπόνοι τεχνιτεύουσι, καὶ τὸν σεσοβημένον περὶ μέλος, πῶς ἐπικρατεῖται ὑπὸ κιθάρας ἢ αὐλοῦ ἢ καὶ ᾄδειν ἐπισταμένου. τῇ δέ γε πρὸς τὸν νόμιμον ἄνδρα, τὸν νοῦν, ἀποστραφείσῃ μεγίστη ἐστὶν ὠφέλεια αἰσθήσει.

Ἴδωμεν οὖν ἑξῆς, τίνα καὶ περὶ αὐτοῦ τοῦ νοῦ διεξέρχεται παρὰ τὸν ὀρθὸν λόγον κινουμένου. „τῷ δὲ Ἀδὰμ εἶπεν ὁ θεός Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου“ (Gen. 3, 17). ἀλυσιτελέστατόν ἐστιν ἀκούειν αἰσθήσεως νοῦν, ἀλλὰ μὴ αἴσθησιν νοῦ· ἀεὶ γὰρ τὸ κρεῖττον ἄρχειν, τὸ δὲ χεῖρον ἄρχεσθαι δεῖ· νοῦς δὲ κρεῖττον αἰσθήσεως.

ὥσπερ οὖν ἄρχοντος μὲν ἡνιόχου καὶ ταῖς ἡνίαις τὰ ζῷα ἄγοντος ᾗ βούλεται ἄγεται τὸ ἅρμα, ἀφηνιασάντων δὲ ἐκείνων καὶ κρατησάντων ὅ τε ἡνίοχος [*](2 γεννηθέντας P 4 ὦ scripsi: οἱ codd. (in ras. A) 5 τῳ] τὸ BH 10 αἰσθήσεως Mang.: αἰσθήσεων codd. 11 φθορέως addidi 12 καὶ τῶν ὤων ἕκαστον om. AP 13 ἑαυτὰ scripsi: ἑαυτὴν codd. 16 γέ scripsi: δέ codd. ὡς] πῶς coni. Wendl. 17 τεχνεύουσι codd., corr. Turn. 27 κερῖττον P: κρείττων ceteri 28 ταῖς] τὰς H) [*](26—27 D K fol. 183r Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἀεὶ ἄρχειν, τὸ δὲ χεῖρον ἄρχεσθαι δεῖ.)

v.1.p.163
κατεσύρη πολλάκις τά τε ζῷα ἔστιν ὅτε τῇ ῥύμῃ τῆς φορᾶς εἰς βόθρον κατηνέχθη πλημμελῶς τε πάντα φέρεται, καὶ ναῦς εὐθυδρομεῖ μέν, ἡνίκα τῶν οἰάκων λαβόμενος ὁ κυβερνήτης ἀκολούθως πηδαλιουχεῖ, περιτρέπεται δ’ ὅτε πνεύματος ἐναντίου περιπνεύσαντος τῇ θαλάττῃ ὁ κλύδων ἐνῴκησεν,

οὕτως ἐπειδὰν μὲν ὁ τῆς ψυχῆς ἡνίοχος ἢ κυβερνήτης ὁ νοῦς ἄρχῃ τοῦ ζῴου ὅλου καθάπερ ἡγεμὼν πόλεως, εὐθύνεται ὁ βίος, ὅταν δὲ ἡ ἄλογος αἴσθησις φέρηται τὰ πρωτεῖα, σύγχυσις καταλαμβάνει δεινή, οἷα δούλων δεσπόταις ἐπιτεθειμένων· τότε γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐμπίπραται φλεγόμενος ὁ νοῦς, τῶν αἰσθήσεων τὴν φλόγα ἐγειρουσῶν τὰ αἰσθητὰ ὑποβεβλημένων.

καὶ Μωυσῆς μέντοι δηλοῖ περὶ τῆς τοιαύτης ἐμπρήσεως, ἣ γίνεται διὰ τῶν αἰσθήσεων, τοῦ νοῦ, ὅταν λέγῃ· „καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐν Μωάβ“ — ἑρμηνεύεται γὰρ „ἐκ πατρός“, ὅ τε πατὴρ ἡμῶν ὁ νοῦς ἐστι —· „τότε“ γάρ φησιν „ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.

ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών, καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνών. οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν σῴζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ Ἀμορραίων Σηών, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Ἐσεβὼν ἕως Δεβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ“ (Num. 21, 27—30). Ἐσεβὼν ἑρμηνεύεται λογισμοί· οὗτοι δ’ εἰσὶν αἰνίγματα ἀσαφείας γέμοντα. ἴδε λογισμὸν ἰατροῦ· κενώσω τὸν κάμνοντα, θρέψω, φαρμάκοις ἰάσομαι καὶ διαίτῃ, τεμῶ, καύσω· ἀλλὰ πολλάκις ἡ φύσις καὶ ἄνευ τούτων ἰάσατο καὶ μετὰ τούτων ἀπώλεσεν, ὡς τοὺς ἰατροῦ πάντας ἐπιλογισμοὺς ἐνύπνια εὑρεθῆναι ἀσαφείας καὶ αἰνιγμάτων πλήρη.

πάλιν ὁ γεωπόνος φησί· σπέρματα βαλοῦμαι, φυτεύσω, αὐξήσει τὰ φυτά, καρποὺς ταῦτα οἴσει, οἳ οὐ μόνον εἰς ἀπόλαυσιν ἔσονται χρήσιμοι τὴν ἀναγκαίαν, ἀλλὰ καὶ πρὸς περιουσίαν ἀρκέσουσιν· εἶτ’ ἐξαίφνης φλὸξ ἢ ζάλη ἢ ἐπομβρίαι συνεχεῖς διέφθειραν πάντα· ἔστι δ’ ὅτε τὰ μὲν [*](1 βόθρον] βόρβορον H, βάραθρον coni. Markland 2 πλημελῶς P 3 ἀκολούθως] ἀκωλύτως coni. Mang. 10 Μώσης codd. 13 ὃ τε scripsi: ὅτι codd., ὁ (om. ὅτι) Turn., ὅτι ὁ Mang.: ὅτι πατὴρ αὐτῶν (vel αἰσθήσεων) coni. Wendl. 14. 15 Ἐσεβεῖς codd. 16 Σιῶν ABP 17 κατέπιε Mang. (LXX): κατέπαυσε codd. Ἀρνῶν] ἀργῶν codd. ἀπώλου, λαὸς Mang. (LXX): ἀπόλωλε codd. Χαμώς] Χάμ Η 17. 18 ἀπεδόθη codd. 18 οἱ om. codd. σώζεσθε codd. 20 αἱ om. codd. 22 γέμοντα Mang.: γέμοντες codd. 23 καὶ διαίτῃ Mang.: καὶ om. codd. τέμω BPH 24 ἰατροὺς H 25 πάντας Mang.: πάντως codd. 26 γεωπόνος codd.: γεηπόνος Mang. αὐξήσω coni. Mang. 28 ἐξέφνης B 29 διέφθειρεν Η)

v.1.p.164
ἐτελεσιουργήθη, ὁ δὲ ταῦτα λογισάμενος οὐκ ὤνατο, ἀλλὰ προαπέθανε καὶ ἐπὶ τοῖς τῶν πονηθέντων καρποῖς μάτην ἀπόλαυσιν ἐμαντεύσατο.