Legum Allegoriarum Libri I-III
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν, ἄρρενας καὶ ἐλευθέρους σπᾶν μὴ δυνάμενος λογισμούς, παρὸ δὴ καὶ πλῆθος [*](3 Μώσης codd. μέντοι αὐτὸς coni. Wendl., μὲν αὐτὸς Piels 9 οὐ δοῦλος ὁ λέγων coni. Mang. 14 τρυπᾶσθαι Mang.: τρυπάσθω codd. 15 δουλεύειν scripsi: δουλεύῃ codd. 24 αἰσθητικῶν H 27 πληγὰς addidi 30 κείρασθαι codd., corr. Turn. 33 δὴ] δὲ L, om. Turn.)
ὥσπερ δὲ τῇ αἰσθήσει τὰ ἀλγεινὰ πάντα παραυξήσας τέθεικεν ὁ θεός, οὕτω τῇ σπουδαίᾳ ψυχῇ πλῆθος ἄφθονον ἀγαθῶν δεδώρηται. φησὶ γοῦν ἐπὶ τοῦ τελείου Ἀβραὰμ τὸν τρόπον τοῦτον· "κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος· οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης“ (Gen. 22, 16. 17). εὖ καὶ τὸ ὅρκῳ βεβαιῶσαι τὴν ὑπόσχεσιν καὶ ὅρκῳ θεοπρεπεῖ· ὁρᾷς γὰρ ὅτι οὐ καθ’ ἑτέρου ὀμνύει θεός, οὐδὲν γὰρ αὐτοῦ κρεῖττον, ἀλλὰ καθ’ ἑαυτοῦ, ὅς ἐστι πάντων ἄριστος.
ἔφασαν δέ τινες, ὡς ἀνοίκειον ἦν ὀμνύναι· ὁ ὅρκος γὰρ πίστεως ἕνεκα παραλαμβάνεται, πιστὸς δὲ μόνος ὁ θεὸς καὶ εἴ τις θεῷ φίλος, καθάπερ Μωυσῆς λέγεται „πιστὸς ἐν παντὶ τῷ οἴκῳ“ γεγενῆσθαι (Num. 12, 7). ἄλλως τε καὶ οἱ λόγοι τοῦ θεοῦ εἰσιν ὅρκοι καὶ νόμοι τοῦ θεοῦ καὶ θεσμοὶ ἱεροπρεπέστατοι· τεκμήριον δὲ τῆς ἰσχυρότητος αὐτοῦ, ὃ ἂν εἴπῃ γίνεται, ὅπερ ἦν οἰκειότατον ὅρκῳ· ὥστ’ ἀκόλουθον ἂν εἴη λέγειν, ὅτι πάντες οἱ τοῦ θεοῦ
λόγοι εἰσὶν ὅρκοι βεβαιούμενοι ἔργων ἀποτελέσμασι. φασί γε μὴν ὅρκον εἶναι μαρτυρίαν θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· εἰ δὴ ὄμνυσιν ὁ θεός, ἑαυτῷ μαρτυρεῖ, ὅπερ ἐστὶν ἄτοπον, ἕτερον γὰρ [*](2 καρτερᾶς AP: καρτερῶς ΒΗ 4 ἐξαδιαφορεῖν Mang.: ἔξω διαφορεῖν codd. 6 πίμπρη om. codd. κάταιθε] κάτεσθε codd. 7 πρόσθεν codd. 8 εἰσιν codd. ἄνεισ’] ἄν codd. ἐς] εἰς codd. 9 θῶπα codd. ἀπαντλῆσαι codd. 10 ἐπιτέθεικεν coni. Wendl. 13 εἵνεκα codd.: ἕνεκα Mang. 17 τὸ ὅρκῳ βεβαιῶσαι Wendl.: τῶ ὅρκῳ βεβαιώσας codd. 20 ἢν θεοῦ τὸ coui. Wendl., Mang. 21 φίλος θεῶ BH Μώσης codd. 26 ἀποτελέσματα L 28 δὴ] δὲ L) [*](6 Eur. frg. 687 Ν2. 7 πίνουσα h. l. Philo, πίνων Euripides.)
ἄλλως τε ἂν τὸ "κατ’ ἐμαυτοῦ ὤμοσα“ ὃν χρὴ τρόπον ἐκδεξώμεθα, παυσόμεθα τῆς ἄγαν σοφιστείας. μήποτ’ οὖν ἐστι τοιοῦτον· οὐδὲν τῶν δυναμένων πιστοῦν δύναται παγίως περὶ θεοῦ πιστῶσαι, οὐδενὶ γὰρ ἔδειξεν αὑτοῦ τὴν φύσιν, ἀλλ’ ἀόρατον αὐτὴν παντὶ τῷ γένει παρεσκεύασε· τίς ἂν ἰσχύσαι ἢ ὅτι ἀσώματον ἢ ὅτι σῶμα ἢ ὅτι ποιὸν ἢ ὅτι ἄποιον τὸ αἴτιον εἰπεῖν ἢ συνόλως περὶ οὐσίας ἢ ποιότητος ἢ σχέσεως ἢ κινήσεως αὐτοῦ βεβαίως ἀποφήνασθαι; ἀλλὰ περί γε ἑαυτοῦ μόνος ἰσχυριεῖται, ἐπεὶ καὶ μόνος ἀψευδῶς τὴν ἑαυτοῦ φύσιν ἠκρίβωσε.
βεβαιωτὴς οὖν ἰσχυρότατος ἑαυτοῦ τὸ πρῶτον, ἔπειτα καὶ τῶν ἔργων αὑτοῦ μόνος ὁ θεός, ὥστ’ εἰκότως ὤμνυε καθ’ ἑαυτοῦ πιστούμενος ἑαυτόν, ὃ μὴ δυνατὸν ἦν ἄλλῳ. διὸ καὶ ἀσεβεῖς ἂν νομισθεῖεν οἱ φάσκοντες ὀμνύναι κατὰ θεοῦ· εἰκότως γὰρ οὐδεὶς ὄμνυσι κατ’ αὐτοῦ, ὅτι γε οὐ περὶ τῆς φύσεως αὐτοῦ διαγνῶναι δύναται, ἀλλ’ ἀγαπητόν, ἐὰν κατὰ τοῦ ὀνόματος αὐτοῦ δυνηθῶμεν, ὅπερ ἦν τοῦ ἑρμηνέως λόγου· οὗτος γὰρ ἡμῶν τῶν ἀτελῶν ἂν εἴη θεός, τῶν δὲ σοφῶν καὶ τελείων ὁ πρῶτος.
καὶ Μωυσῆς μέντοι τὴν ὑπερβολὴν θαυμάσας τοῦ ἀγενήτου φησίν· „καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ“ (Deut. 6, 13), οὐχὶ αὐτῷ· ἱκανὸν γὰρ τῷ γενητῷ πιστοῦσθαι καὶ μαρτυρεῖσθαι λόγῳ θείῳ· ὁ δὲ θεὸς αὑτοῦ πίστις ἔστω καὶ μαρτυρία βεβαιοτάτη.
τὸ δὲ "οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο“ (Gen. 22, 16) σύμβολόν ἐστιν εὐσεβείας· τὸ γὰρ ἕνεκα θεοῦ μόνου πάντα πράττειν εὐσεβές. παρὸ καὶ ἀφειδοῦμεν τοῦ ἀγαπητοῦ τέκνου τῆς ἀρετῆς, τοῦ εὐδαιμονῆσαι, παραχωροῦντες αὐτὸ τῷ δημιουργῷ, ἄξιον τὸ γέννημα κρίνοντες κτῆμα θεοῦ νομίζεσθαι, ἀλλὰ μὴ γενητοῦ [*](5 πᾶς BH 8 δυνάμεων L πιστοῦν Mang.: πιστεύειν codd. 9 πιστῶσαι Mang.: πιστεῦσαι codd., om. Turn. αὐτοῦ codd. 10 παρεσκεύασεν Η τίς γὰρ coni. Wendl. ἰσχύσαι scripsi: ἰσχύσῃ codd. 11 ἡ ὅτι σῶμα om. L 13 μόνος (post ἑαυτοῦ) scripsi: μόνου codd. 14 βεβαιωτὴς Mang.: βεβαιότης codd. ἰσχυρότατος scripsi: εὐχάριστος codd., εἷς ἄριστος coni. Diels 15 αὐτοῦ codd. 18 καὶ αὐτοῦ Mang.: καθ’ ἑαυτοῦ codd. οὐ] οὐδὲ coni. Wendl. 19 κατὰ addidi 21 Μώσης codd. 22 ἀγεννήτου codd. 23 γεννητῷ codd. 24 αὐτοῦ codd. 27 εὐσεβές Mang.: εὐθές eodd. 28 αὐτὸ] αὐτῶ L 29 κτῆμα om. P γεννητοῦ codd.)
εὖ δὲ τὸ φάναι "εὐλογῶν εὐλογήσω“ (ib. 17)· πολλὰ γὰρ εὐλόγιστα δρῶσί τινες, ἀλλ’ οὐκ ἐπ’ εὐλογίαις, ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης, καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’ οὐκ ἀπὸ νηφούσης διανοίας, καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως — οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε — πολλὰ πράττουσι καὶ λέγουσιν ὧν οἱ λογικοί. βούλεται δὲ ὁ νομοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου.
οὐκ ἐξήρκεσεν οὖν τῇ βαρυδαίμονι αἰσθήσει χρῆσθαι πλουσίως ταῖς λύπαις, ἀλλὰ καὶ „τῷ στεναγμῷ". ἔστι δὲ στεναγμὸς σφοδρὰ καὶ ἐπιτεταμένη λύπη· πολλάκις γὰρ ἀλγοῦμεν οὐχὶ στένοντες· ὅταν δ’ ἐπιστένωμεν, ἀνιαρῶς καὶ πάνυ ὀμβρηρῶς χρώμεθα ταῖς λύπαις. τὸ δὲ στένειν ἐστὶ διττόν· ἓν μὲν ὃ γίνεται περὶ τοὺς ἐπιθυμοῦντας καὶ ὀρεγομένους τῶν ἀδικιῶν καὶ μὴ τυγχάνοντας, ὃ δὴ καὶ φαῦλόν ἐστιν· ἕτερον δὲ ὃ γίνεται περὶ τοὺς μετανοοῦντας καὶ ἀχθομένους ἐπὶ τῇ πάλαι τροπῇ καὶ λέγοντας Κακοδαίμονες ἡμεῖς, ὅσον ἄρα χρόνον ἐλελήθειμεν νοσοῦντες ἀφροσύνης νόσον καὶ ἀνοίας καὶ ἀδικίας ἐπιτηδευμάτων.
τοῦτο δ’ οὐ γίνεται, ἐὰν μὴ τελευτήσῃ καὶ ἀποθάνῃ ἐκ τῆς ψυχῆς ὁ βασιλεὺς τῆς Αἰγύπτου, ὁ ἄθεος καὶ φιλήδονος τρόπος· "μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Αἰγύπτου“· εἶτ’ εὐθὺς ἀποθανούσης κακίας στενάζει ὁ ὁρῶν τὸν θεὸν [καὶ] τὴν ἑαυτοῦ τροπήν, „κατεστέναξαν γὰρ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν σωματικῶν καὶ Αἰγυπτιακῶν ἔργων“ (Exod. 2, 23)· ἐπεὶ ζῶν γε ὁ βασιλεὺς καὶ φιλήδονος τρόπος ἐν ἡμῖν γεγηθέναι τὴν ψυχὴν ἀναπείθει ἐφ’ οἷς ἁμαρτάνει, ὅταν δὲ τελευτήσῃ, στένει.
διὸ καὶ ἐκβοᾷ πρὸς τὸν δεσπότην ἱκετεύουσα, μηκέτι τραπῆναι μηδὲ ἀτελῆ τὴν τελείωσιν λαβεῖν· πολλαῖς γὰρ ψυχαῖς μετανοίᾳ χρῆσθαι βουληθείσαις οὐκ ἐπέτρεψεν ὁ θεός, ἀλλ’ ὥσπερ ὑπὸ παλιρροίας εἰς τοὔμπαλιν ἀνεχώρησαν τρόπον τινὰ τῆς Λὼτ γυναικὸς (Gen. 19, 26) τῆς λιθουμένης διὰ τὸ Σοδόμων ἐρᾶν καὶ εἰς τὰς κατεστραμμένας ὑπὸ τοῦ θεοῦ φύσεις
ἀνατρέχειν. ἀλλὰ νυνί γέ φησιν ὅτι "ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεόν“ (Exod. 2, 23), μαρτυρῶν τῇ τοῦ ὄντος χάριτι· εἰ γὰρ μὴ [*](6 πεπαίδευκε] ἀπέδειξε coni. Mang. 12. 13 δ’ ἐπιστένωμεν codd.: δὲ στένωμεν Mang. 13 ἀνιαρῶς Turn.: ἀνιαροῖς codd., νεαρῶς coni. Wendl. ἀνιαραῖς καὶ πάνυ ὀδυνηραῖς coni. Diels 1.5 φαύλων coni. Mang. 18 ἐλελήθειμεν scripsi ἐληλήθαμεν —sic— Mang.): ἐληλύθειμεν ΑΒΗ, ἐληλύθημεν Ρ 22 καὶ seclusi 30 τῆς Λὼτ] καὶ Δῶτ’ L αἰθουμένης Ρ 32 ὅτι] ὅτε ΑΒΡ)