Legum Allegoriarum Libri I-III
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
Ἄξιον δὲ διαπορῆσαι, διὰ τί οἱ μὲν δύο ποταμοὶ ὁ Φεισὼν καὶ ὁ Γηὼν κυκλοῦσι χώρας, ὁ μὲν τὴν Εὐιλάτ, ὁ δὲ τὴν Αἰθιοπίαν, τῶν δὲ λοιπῶν οὐδέτερος, ἀλλ’ ὁ μὲν Τίγρις κατέναντι Ἀσσυρίων λέγεται εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως.
λεκτέον οὖν ὅτι ἡ μὲν φρόνησις καὶ ἡ ἀνδρεία δύνανται κύκλον καὶ τεῖχος βαλέσθαι κατὰ τῶν ἐναντίων κακιῶν, ἀφροσύνης τε καὶ δειλίας, καὶ ἑλεῖν αὐτάς· ἀσθενεῖς γὰρ καὶ εὐάλωτοι ἀμφότεραι, καὶ γὰρ ὁ ἄφρων εὔληπτος τῷ φρονίμῳ καὶ ὁ δειλὸς ὑποπέπτωκε τῷ ἀνδρείῳ· ἡ δὲ σωφροσύνη ἀδυνατεῖ κυκλώσασθαι τὴν ἐπιθυμίαν καὶ ἡδονήν· χαλεπαὶ γὰρ ἀντίπαλοι καὶ δυσκαθαίρετοι. οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἐγκρατέστατοι ἀνάγκῃ τοῦ θνητοῦ παραγίνονται ἐπὶ σιτία καὶ ποτά, ἐξ ὧν αἱ γαστρὸς ἡδοναὶ συνεστᾶσιν; ἀγαπητὸν οὖν ἐστιν ἀντιβῆναι καὶ μαχέσασθαι τῷ γένει τῆς ἐπιθυμίας. διὸ καὶ κατέναντι Ἀσσυρίων ἐστὶν ὁ Τίγρις ποταμός, ἡ σωφροσύνη τῆς [*](1 φαίνοντος] ἐνυφαίνοντος vel συνυφαίνοντος coni. Mang. 2 ἀχάριστον FL ὁ om. Α 3 δ’ UFL προσεληλυθότι UFL Ἰσάχαρ AU 5 σιτίον καὶ ποτὸν Α ἐφέξεται Α 6 λίθῳ πρασίνῳ coni. Mang. ἀπεικάσθαι Α 8 χροὰ M, χρόα Α ἡ om. U θεῶ FL 9 δ’ FL 11 ἄν ἴσως FLArm: ἀνίσως M, ἄνισος U, ἀνίας Α 12 Φυσῶν FL 13 Γηὼν M: Γεῶν ceteri χώρας τινάς UFL, χώρας om. Arm τὴν post μὲν] τῆς Α, τὴν γῆν Arm 14 Τίγρης AFL ἀπέναντι M 15 εἶναι] ἰέναι Arm 16 καὶ prius om. Arm ἀντικρὺ Α, ἄντικρυς FL 17 τοῦ om. UFL περὶ ἐπανορθώσεως ἤθους transp. UFL 18 ἡ alterum om. UL δύναται FL τεῖχος καὶ κύκλον transp. UFLArm βάλλεσθαι UFL 20 ἀμφότεροι U 20. 21 τῶν φρονίμων Α 21 ὁ om. UFL 22 χαλεποὶ coni. Wendl. καὶ ἀντίπαλοι UL 24 συνεστᾶσιν (sic) M: συνίστανται Α, παρεστᾶσιν U, παράστασιν FL 26 καὶ om. UFL ἐστὶν Ἀσσυρίων trausp. U Τίγρης AFL 6*)
ἡ δέ γε δικαιοσύνη, καθ’ ἣν ὁ Εὐφράτης ποταμὸς συνίσταται, οὔτε πολιορκεῖ καὶ περιτειχίζει τινὰ οὔτε ἀντιστατεῖ· διὰ τί; ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δὲ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον, οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι.
„Καὶ ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15). τοῦ πλασθέντος διαφέρει ὃν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, ὡς εἶπον· ὁ μὲν γὰρ πλασθεὶς νοῦς ἐστι γεωδέστερος, ὁ δὲ ποιηθεὶς ἀυλότερος, φθαρτῆς ὕλης ἀμέτοχος, καθαρωτέρας καὶ εἱλικρινεστέρας τετυχηκὼς συστάσεως.
τοῦτον οὖν τὸν καθαρὸν νοῦν λαμβάνει ὁ θεός, οὐκ ἐῶν ἐκτὸς ἑαυτοῦ βαίνειν, καὶ λαβὼν τίθησιν ἐν ταῖς ἐρριζωμέναις καὶ βλαστανούσαις ἀρεταῖς, ἵνα ἐργάζηται αὐτὰς καὶ φυλάττῃ. πολλοὶ γὰρ ἀσκηταὶ γενόμενοι τῆς ἀρετῆς ἐπὶ τοῦ τέλους μετέβαλον· ᾧ δὲ παρέχει ὁ θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα, ἐργάζεσθαί τε τὰς ἀρετὰς καὶ μηδέποτε αὐτῶν ἀφίστασθαι, ἀλλ’ ἀεὶ ταμιεύειν καὶ φυλάττειν ἑκάστην. τὸ μὲν οὖν „ἐργάζεσθαι“ ἀντὶ τοῦ πράττειν, τὸ δὲ „φυλάττειν“ ἀντὶ τοῦ μνημονεύειν.
„Καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 16. 17). ποίῳ Ἀδὰμ ἐντέλλεται καὶ τίς ἐστιν οὗτος, διαπορητέον· οὐ γὰρ μέμνηται πρότερον αὐτοῦ, νυνὶ δὲ πρῶτον ὠνόμακεν αὐτόν. μήποτ’ οὖν βούλεταί σοι τοῦ πλαστοῦ ἀνθρώπου παραστῆσαι τοὔνομα. κάλει δή, φησίν, [*](2 διὰ τί om. Arm 3 ἡ δικαιοσύνη om. UFL 4 οὔτε κατὰ τὸν ἀπολογούμενον om. FL 5 τινα U προείρηται AF 6 δ’ UFL βραβεύει] βαρύνει L 7 οὕτως καὶ UFL τό] τὰ FL 9 καὶ prius om. FL 10 φυλάττειν FL 13 ἀϋλώτερος FL 14 λαμβάνει UFLArm: λαμβάνει τε MAP 15 αὐτοῦ U τίθησιν ἐντὸς Arm 17 γὰρ om. FL μετέλαβον U ᾦ δὲ] ὧδε F 18 ἐργάζεσθαί τε codd.: τε om. Arm, τὸ ἐργάζεσθαι v 19 αἰεὶ UFL 23 βρώσει om. UFL φαγῇ (sic) MAP: φάγεσαι UFL 24 γινώσκειν καλὸν καὶ πονηρὸν MAPArm: εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ UFL φάγεσαι UFL ἀπ’ αὐτοῦ om. UFL ᾗ δ’ ἄν ἡμέρᾳ] ὅτι ἐν ἡμέρα ἡ UFL 25 φάγητε MAP: φάγῃ UFL 26 καὶ om. Arm 27 πρῶτον] πρότερον AP ὠνόμασεν FL 27. 28 βεβούληται MAP 28 κάλει scripsi: καλεῖ codtl. δή M: δέ ceteri)
ζητητέον δέ, διὰ τί πᾶσιν ἐπιτιθεὶς τοῖς ἄλλοις τὰ ὀνόματα οὐκ ἐπιτέθεικεν ἑαυτῷ. τί οὖν λεκτέον; ὁ νοῦς ὁ ἐν ἑκάστῳ ἡμῶν τὰ μὲν ἄλλα δύναται καταλαβεῖν, ἑαυτὸν δὲ γνωρίσαι ἀδυνάτως ἔχει· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τὰ μὲν ἄλλα ὁρᾷ, ἑαυτὸν δὲ οὐχ ὁρᾷ, οὕτως καὶ ὁ νοῦς τὰ μὲν ἄλλα νοεῖ, ἑαυτὸν δὲ οὐ καταλαμβάνει· εἰπάτω γάρ, τίς τέ ἐστι καὶ ποταπός, πνεῦμα ἢ αἷμα ἢ πῦρ ἢ ἀὴρ ἢ ἕτερόν τι [σῶμα], ἢ τοσοῦτόν γε ὅτι σῶμά ἐστιν ἢ πάλιν ἀσώματον. εἶτ’ οὐκ εὐήθεις οἱ περὶ θεοῦ σκεπτόμενοι οὐσίας; οἳ γὰρ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν οὐκ ἴσασι, πῶς ἂν περὶ τῆς τῶν ὅλων ψυχῆς ἀκριβώσαιεν; ἡ γὰρ τῶν ὅλων ψυχὴ ὁ θεός ἐστι κατὰ ἔννοιαν.
εἰκότως οὖν ὁ Ἀδάμ, τουτέστιν ὁ νοῦς, τὰ ἄλλα ὀνομάζων καὶ καταλαμβάνων ἑαυτῷ ὄνομα οὐκ ἐπιτίθησιν, ὅτι ἑαυτὸν ἀγνοεῖ καὶ τὴν ἰδίαν φύσιν. ἐντέλλεται δὲ τούτῳ καὶ οὐχὶ τῷ κατ’ εἰκόνα καὶ κατὰ τὴν ἰδέαν γεγονότι· ἐκεῖνος μὲν γὰρ καὶ δίχα προτροπῆς ἔχει τὴν ἀρετὴν αὐτομαθῶς, οὗτος δ’ ἄνευ διδασκαλίας οὐκ ἂν φρονήσεως ἐπιλάχοι.