Legum Allegoriarum Libri I-III
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
"Ἐκεῖ" οὖν φησιν „οὗ ἐστι τὸ χρυσίον“ (Gen. 2, 11). οὐ λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ "ἐκεῖ οὗ ἐστιν.“ ἡ γὰρ φρόνησις, ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδοκιμασμένῃ καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή, τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ.
„τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν“ (Gen. 2, 12). οὐκοῦν ἐστιν ἕτερον χρυσίον οὐχὶ καλόν; πάνυ γε· διττὸν γὰρ φρονήσεως γένος, τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους· ἡ μὲν οὖν ἐν ἐμοὶ φρόνησις ἐκ μέρους οὖσα οὐ καλή, φθαρέντος γάρ μου συμφθείρεται· ἡ δὲ καθόλου φρόνησις ἡ οἰκοῦσα τὴν τοῦ θεοῦ σοφίαν καὶ τὸν οἶκον αὐτοῦ καλή, ἄφθαρτος γὰρ ἐν ἀφθάρτῳ οἴκῳ διαμένει.
"καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος“ (ibid.), οἱ [*](1 σπουδαίως AF 2 τεῖχος] τέλος UFL ἡ φρόνησις om. UFL τὴν Εὐιλὰτ FL ἀφροσύνῃ] εὐφροσύνη UL πολυορκίαν Α 3 ἐστι ante κύριον ὄνομα Iransp. FL 4 νοῦς] ἄνθρωπος coni. Mang. τῶν ἀνεφίκτων Arm ἀνεφίκτων ἐρῶν] ἀνεπείκτων ἔργων UFL ὠδῖσιν] ὠδινήσει FL ὅτε] ὅταν UFL 5 ὠδίνει om. Arm, seclusi ὠδῖσι] ὠδινήσει FL 6 οὐ γὰρ] ὅθεν οὐ UL, ὅθε οὐ F 7 ὄι δ’ ἄν MAArm: ἄν δὲ UFL καὶ om. Mang. προφέρειν MArm: προσφέρειν ceteri 8 τῶ ἡμίσει UF 9 ψυχικῷ om. MA δεῖται] λέγεται Α ἱερεὺς Α 9. 10 Μωϋσέος F, Μώσεως MA 10 Μάριας MA ὠδῖσι UFArra 11 γένοιτο Α ἴσον] ἐννεὸν Α 12 ἐκ om. UFL κατεσθίῃ Mang. 14 οὗ om. A 15 ἐκεῖ post λέγει om. FL οὐ] οὖν Α 16 ἀδόλῳ χρυσίῳ Arm καὶ ante καθαρᾷ om. MA καθαρὰ M 18 ἀλλ’ M οὗ om. Α αὐτή MAArm: αὕτη UFL 19 κτωμένου MAArm: κεκτημένου UFL 20 οὐκ οὖν UFL 22 ἐκ MA: ἐπὶ UFL καλή] ἄφθαρτος Arm 23 φθείρεται UFL τοῦ om. UFL Philonis opera vol. I 6)
μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαριστικῶς τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπουδαῖα ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’ οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο ἀνὴρ γεωργός“ (Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθός“ (Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος.
ὅτι δὲ τούτων ποιεῖται μνήμην, δι’ ἑτέρων δηλοῖ, ὅταν ἐπὶ τοῦ ποδήρους φῇ· „καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷς“ — Ῥουβὴν Συμεὼν Λευί—· „καὶ ὁ στίχος“ φησίν "ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος„ (Exod. 28,17. 18) · ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ.
διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι [*](3 coni. Mang. ἐν add. Arm: om. codd. 4 αὐτοῖς Α δεξάμενοι UFL καὶ] οἱ Arm 5 ἐστιν codd.: εἰσιν Mang. 6 ὁ ante Ἰούδας om. FL ἐστί post Ἰσσάχαρ transp. UFL, om. Mang. 7 ’Iσάχαρ Α, Ἰσαχάρ U 8 ὁ δὲ ora. MAArm 9 ἐργάζεται ὁ Ἰσσάχαρ Arm 11 ὁ om. MAUArm Ἰσάχαρ AU 12 Μώσης MAArm 14 ὁ om. UFL 16 συνυφαν(??)εἰς Α στίχος λίθων UFArm: λίθων στίχος MAL 17 καὶ σμάραγδος UFL ὁ ante στίχος om. Α ‘Pουβὴν M: Ῥουβεὶμ Α, ‘Pουβὶμ UFL 18 καὶ om. Arm φησίν om. Arm ὁ ἄνθραξ καὶ ὁ σάπφειρος A 19 ὁ δὲ σάπφειρος om. U δὲ alterum om. UFL 20 ὁ prius om. Arm ut vid. ὁ alterum om. MAArm Ἰσάχαρ AU. διὰ τί] διότι F 22 ὁ μὲν] μὲν ὁ U, μὲν οὑν ὁ F, μὲν L ὁ ἐξομολογητικὸς MArm: ὁ om. ceteri 23 τὸ om. UFL ἐντὸς MA 24 ἑαυτοῦ FL: ἑαυτὸν MAU, om. Arm 26 αὐτὸν UFL ὑποτιθῆται Mang. 27 καὶ αὐτὸ γὰρ codd.: καὶ γὰρ αὐτὸ v τὸ om. UL)
θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προτρεπτικῶν λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη.
καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυχεῖν ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους.