De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἔδει μὲν οὖν τὸ τῶν ἀνθρώπων γένος, εἰ τὴν ἁρμόττουσαν ἔμελλε δίκην ὑπομένειν, ἠφανίσθαι διὰ τὴν πρὸς τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν ἀχαριστίαν· ὁ δ’ ἅτε τὴν φύσιν ἵλεως οἶκτον λαβὼν ἐμετρίασε τὴν τιμωρίαν, τὸ μὲν γένος ἐάσας διαμένειν, τὰς δὲ τροφὰς οὐκέθ’ ὁμοίως ἐξ ἑτοίμου παρασχών, ἵνα μὴ δυσὶ κακοῖς ἀργίᾳ καὶ κόρῳ χρώμενοι πλημμελῶσι καὶ ὑβρίζωσι.
Τοιοῦτος μὲν ὁ βίος τῶν ἐν ἀρχῇ μὲν ἀκακίᾳ καὶ ἁπλότητι χρωμένων, αὖθις δὲ κακίαν ἀντ’ ἀρετῆς προτιμώντων [ὧν ἄξιον ἀπέχεσθαι]. διὰ δὲ τῆς λεχθείσης κοσμοποιίας πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἀναδιδάσκει, πέντε δὲ τὰ κάλλιστα καὶ πάντων ἄριστα· πρῶτον μὲν ὅτι ἔστι τὸ θεῖον καὶ ὑπάρχει, διὰ τοὺς ἀθέους, ὧν οἱ μὲν ἐνεδοίασαν ἐπαμφοτερίσαντες περὶ τῆς ὑπάρξεως αὐτοῦ, οἱ δὲ τολμηρότεροι καὶ κατεθρασύναντο φάμενοι μηδ’ ὅλως εἶναι, λέγεσθαι δ’ αὐτὸ μόνον πρὸς ἀνθρώπων πλάσμασι μυθικοῖς ἐπισκιασάντων τὴν ἀλήθειαν·
δεύτερον δ’ ὅτι θεὸς εἷς ἐστι, διὰ τοὺς εἰσηγητὰς τῆς πολυθέου δόξης, οἳ οὐκ ἐρυθριῶσι τὴν φαυλοτάτην τῶν κακοπολιτειῶν ὀχλοκρατίαν ἀπὸ γῆς εἰς οὐρανὸν μετοικίζοντες· τρίτον δ’ ὡς ἤδη λέλεκται ὅτι γενητὸς ὁ κόσμος, διὰ τοὺς οἰομένους αὐτὸν ἀγένητον καὶ ἀίδιον εἶναι, οἳ πλέον οὐδὲν ἀπονέμουσι θεῷ· τέταρτον δ’ ὅτι καὶ εἷς [*](3 κακίαν πεφυγαδεῦσθαι M 4 καὶ post βαθεῖαν om. F καρποφόρον φορὰν F, καρπο cum lacuna c. 7 litterarum G 6 δ’ ABP αἱ ἀένναοι ABP: καὶ ἀένναοι M, ἀένναοι FGH πηγαὶ om. F 6. 7 ἀπεσχίσθησαν M 7 τὰς ἀρετὰς om. M ὡς om. M 7. 8 ἀναξίως M ἡ τῶν ἀνθρώπων M: τῶν om. ceteri 9 παναρμόττουσαν M post ἠφανίσθαι add. καὶ M 10 ἅτε] ἀεὶ M 12 ἐξ ἑτοίμου om. H 13 πλημελῶσι FGH1 14 μὲν prius om. M 15 κακίας ABP1 ἀντ’ om. M ὧν ἄξιον] τῶν ἀξίων M 15. 16 ὧν ἄξιον ἀπέχεσθαι seclusi 16 μὲν om. M 17 ἀναδιδάσκει Μωσῆς Mang. (Christophorson) 18 ἔστι τὸ θεῖον καὶ ὑπάρχει M: ἔστι καὶ ὑπάρχει τὸ θεῖον ceteri 19 αὑτῶν AP 19. 20 τολμηρότερον M 20 κατεθρασύνοντο M μηδόλως MABP, μήθ’ ὅλως F δὲ ABP 23 τὴν φαυλότητα 31 κακοπολιτειῶν Mang.: καταπολιτῶν FG, κακοπολιτῶν ceteri 23. 24 ὀχλοκρασίαν MF1GH 25 γεννητὸς FG 26 πλέον M: πλεῖον ceteri)
ὁ δὴ ταῦτα μὴ ἀκοῇ μᾶλλον ἢ διανοίᾳ προμαθὼν καὶ ἐν τῇ αὑτοῦ ψυχῇ σφραγισάμενος θαυμάσια καὶ περιμάχητα εἴδη, καὶ ὅτι ἔστι καὶ ὑπάρχει θεὸς καὶ ὅτι εἷς ὁ ὢν ὄντως ἐστὶ καὶ ὅτι πεποίηκε τὸν κόσμον καὶ πεποίηκεν ἕνα, ὡς ἐλέχθη, κατὰ τὴν μόνωσιν ἐξομοιώσας ἑαυτῷ καὶ ὅτι ἀεὶ προνοεῖ τοῦ γεγονότος, μακαρίαν καὶ εὐδαίμονα ζωὴν βιώσεται δόγμασιν εὐσεβείας καὶ ὁσιότητος χαραχθείς.
[*](1 ὁ κόσμος Μ: ὁ γενητὸς κόσμος οὗτος Η, ὁ γεγνὼς κόσμος ceteri ὁ ante δημιουργὸς om. M ὁ addidi: ὃς add. Mang. αὐτῶ P, αὐτῶ corr. ex αὑτῶ MF 2 μόνωσιν] ὁμοίωσιν FG ὃς ἁπάσῃ scripsi: ὅσα πάση Μ, ὃ πᾶς FG, ὃ πάση ceteri ὕλη M: οὐσία ceteri εἰς Μ (Turn.): καὶ ceteri 4 ὑπολαβόντες 6 δὲ ABP 7 ἀεὶ om. ABP γενομένου] πεποιημένου H 8 καθ’ οὓς scripsi: καθὼς codd. 8. 9 προμηθοῦνται] προνοοῦνται M 9 δὴ] δ’ εἰ Μ, δὲ Mang. μὴ ταῦτα M 10 αὐτοῦ corr. ex αὑτοῦ Μ, αὐτοῦ FH, ἑαυτοῦ ABP 10. 11 καὶ ὅτι ἔστι M: ὅτι τέ ἐστι ceteri 11 ὢν om. M 13 ἀεὶ om. M εὐδαίμονα] εὐσχήμονα M 14 ὁσιότητος M: θειότητος ceteri χαραχθεῖσαν AB)