De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

Τὰς δὲ γοητείας καὶ ἀπάτας αὑτῆς ἡδονὴ τῷ μὲν ἀνδρὶ οὐ τολμᾷ προσφέρειν, τῇ δὲ γυναικὶ καὶ διὰ ταύτης ἐκείνῳ, πάνυ προσφυῶς καὶ εὐθυβόλως· ἐν ἡμῖν γὰρ ἀνδρὸς μὲν ἔχει λόγον ὁ νοῦς, γυναικὸς δ’ αἴσθησις· ἡδονὴ δὲ προτέραις ἐντυγχάνει καὶ ἐνομιλεῖ ταῖς αἰσθήσεσι, δι’ ὧν καὶ τὸν ἡγεμόνα νοῦν φενακίζει· ἐπειδὰν γὰρ ἑκάστη τῶν αἰσθήσεων τοῖς φίλτροις αὐτῆς ὑπαχθῇ, χαίρουσαι τοῖς προτεινομένοις, ἐπὶ χρωμάτων μὲν καὶ σχημάτων ποικιλίαις ὄψις, ἐπὶ δὲ φωνῶν ἐμμελείαις ἀκοή, ἐν δὲ χυλῶν ἡδύτησι γεῦσις, κἀν ταῖς τῶν ἀναθυμιωμένων [*](1 οὗ] οὐ M, οὓς Mang. (coni. Turn.) ἀνέγραψεν M 2 καὶ τοὐναντίον Η: καὶ ἃ τοὐναντίον ABP, ἢ τοὐναντίον F, καὶ ἡ τοὐναντίον G, καὶ μὴ M ἐπαινεῖν M τὸν ὄφιν μάχην M 3 δ’ om. M 5 ἡ (corr. ex ὁ) γὰρ ὄφεως μάχη M ἄλλ’ ἢ MFG: ἀλλ’ ἡ Η, ἄλλο ἣ ABP 7 ὀλιγοδέειαν G, ὀλιγόδειαν AB 8 ante φιλαυστήρῳ add. ἃ δὴ M, ὃ δὴ G1H, ὃ δὴ τῶ F, ὑποτίθεται, ὃ δὴ ABP: corr. Turn, 9 περιεργίαν M: πολυεργίαν ceteri ἃ οm. M αἰτία M 9. 10 τῆ ψυχὴ τε καὶ τῶ σώματι ABP 12 αὑτῆς corr. ex αὑτῆς Η: αὐτῆς ceteri ἡδονὴ M: ἡ ἡδονὴ ceteri 15 δὲ ἡ αἴσθησις ABP 16 ἑκάστην M 17 χαίρουσαι Markland: χαίρουσα codd. 18 ἐπὶ] ἐν M σχημάτων ποικιλίαις] ποικιλίαις χρωμάτων AP, ποικιλίαις σωμάτων Β ὄψις in textu om., in marg. add. ABP ὄψις—ἐμμελείαις (19) om. F ἐπὶ] ἐν M 19 ἐν χυλῶν δὲ ABP χιλῶν ΒΗ ἡδύτησι om. M ἡ γεῦσις M κἀν scripsi: καὶ M, κἀκ ceteri ταῖς τῶν ἀνατεθυμιωμένων (sic) ἀτμῶν εὐωδίαις M: τῆς τῶν ἀναθυμιωμένων ἀτμῶν εὐωδίας ABP, τῆς τῶν ἀναθυμιωμένων εὐωδίας FG, τῆς τῶν ἀναδιδομένων ἀτμῶν εὐωδίας Η) [*](12 sqq. Ambros. de Paradiso 2,11 . . . namque ante nos fuit qui per voluptatem et sensum praevaricationem ab homine memoraverit esse commissam, in specie serpentis figuram accipiens delectationis, in figura mulieris sensum animi mentisque constituens, quem αἴσθησιν vocant Graeci; deceptam autem per sensum praevaricatricem secundum historiam mentem asseruit, quam Graeci νοῦν vocant. recte igitur in Graeco νοῦς viri figuram accepit, αἴσθησις mulieris.)

v.1.p.58
ἀτμῶν εὐωδίαις ὄσφρησις, δεξάμεναι τὰ δῶρα θεραπαινίδων τρόπον προσφέρουσιν οἷα δεσπότῃ τῷ λογισμῷ, παράκλητον ἐπαγόμεναι πειθὼ περὶ τοῦ μηδὲν ἀπώσασθαι τὸ παράπαν· ὁ δ’ αὐτίκα δελεασθεὶς ὑπήκοος ἀνθ’ ἡγεμόνος καὶ δοῦλος ἀντὶ δεσπότου καὶ ἀντὶ πολίτου φυγὰς καὶ θνητὸς ἀντ’ ἀθανάτου γίνεται.

συνόλως γὰρ οὐκ ἀγνοητέον ὅτι οἷα ἑταιρὶς καὶ μαχλὰς οὖσα ἡδονὴ γλίχεται τυχεῖν ἐραστοῦ καὶ μαστροποὺς ἀναζητεῖ, δι’ ὧν τοῦτον ἀγκιστρεύσεται· μαστροπεύουσι δ’ αὐτῇ καὶ προξενοῦσι τὸν ἐρῶντα αἰσθήσεις, ἃς δελεάσασα ῥᾳδίως ὑπηγάγετο τὸν νοῦν, ᾧ τὰ φανέντα ἐκτὸς εἴσω κομίζουσαι διαγγέλλουσι καὶ ἐπιδείκνυνται, τοὺς τύπους ἑκάστων ἐνσφραγιζόμεναι καὶ τὸ ὅμοιον ἐνεργαζόμεναι πάθος· κηρῷ γὰρ ἐοικὼς δέχεται τὰς διὰ τῶν αἰσθήσεων φαντασίας, αἷς τὰ σώματα καταλαμβάνει δι’ αὑτοῦ μὴ δυνάμενος, καθάπερ εἶπον ἤδη.

Τὰ δ’ ἐπίχειρα τῆς ἡδονῆς εὐθὺς εὕραντο οἱ πρῶτοι γενόμενοι δοῦλοι χαλεποῦ καὶ δυσιάτου πάθους· ἡ μὲν γυνὴ σφοδρὰς ἀνίας ἐνδεξαμένη τὰς ἐν ὠδῖσι καὶ τὰς παρὰ τὸν ἄλλον βίον λύπας ἐπαλλήλους καὶ μάλιστα τὰς ἐπὶ τέκνοις γεννωμένοις καὶ τρεφομένοις καὶ νοσοῦσι καὶ ὑγιαίνουσι καὶ εὐτυχοῦσι καὶ ἀτυχοῦσιν, εἶτ’ ἀφαίρεσιν ἐλευθερίας καὶ τὴν ἀπὸ τοῦ συνόντος ἀνδρὸς δεσποτείαν, οὗ τοῖς ἐπιτάγμασι πειθαρχεῖν ἀναγκαῖον· ὁ δ’ ἀνὴρ ἐν μέρει πόνους καὶ ταλαιπωρίας καὶ συνεχεῖς ἱδρῶτας ἕνεκα πορισμοῦ τῶν ἀναγκαίων καὶ στέρησιν μὲν τῶν αὐτομάτων ἀγαθῶν, ἅπερ ἐδιδάχθη φέρειν ἡ γῆ δίχα γεωργικῆς ἐπιστήμης, ἀτρύτων δὲ μετουσίαν καμάτων εἰς ζήτησιν βίου καὶ τροφῆς ὑπὲρ τοῦ μὴ λιμῷ παραπολέσθαι·

οἶμαι γὰρ ἂν ὥσπερ [*](1 αἱ δεξάμεναι M θεραπαινίδος Β 2 τὸν τρόπον M 3 δελεασθεὶς] δικαστὴς M 5 ἀντὶ ἀθανάτου M 6 μαχλὰς Wendl.: μάχλος codd. ἡ ἡδονὴ M 7 τοῦτον] καὶ τοῦτον F, τὸν νοῦν Markland ἀγκιστρεύεται ABP1 8 αὐτῆς M ἐρῶντα Wendl.: ἔρωτα codd. ἃς] αἷς ABP 9 ὑπήγαγε ABP 10 ἑκάστων] ἐκ πάντων M σφραγιζόμεναι M 11 καὶ τὸ ὅμοιον M Pal.: καὶ om. ceteri ἐνεργαζόμεναι Pal.: ἐναυγαζόμεναι M, om. ceteri ἐοικὸς M 12 καταλαμβάνεται M Pal. αὑτοῦ FG, ἑαυτοῦ Pal.: αὐτοῦ ceteri 13 εἶπον ἤδη M: ἤδη εἶπον ceteri 14 δ’ ἐπίχειρα] δὲ παῦρα M εὕραντο M: ἤραντο ceteri πρῶτοι M: πρότερον ceteri 15 σφόδρα M 16 δεξαμένη M 16. 17 λύπας ἐπαλλήλους M: ἐπαλλήλους λύπας ceteri 17 γεινομένοις M 18 εἶτ᾿ M: εἰς ceteri 19 συνόντως A 22 φέρειν—ἐπιστήμης (23)] ἔχειν ἀπὸ τοῦ θεοῦ ἐπιστήμης λογικῆς M 23 δὲ] δέ τε M μετουσίας M 24 τροφῆς] τρυφῆς ABP μὴ om. A1BP1 οἶμαι] οἱ μὲν M ἄν om. ABP1) [*](6—13 Pal. fol. 24r οἶα ἑταιρὶς—μὴ δυνάμενος.)

v.1.p.59
ἥλιον καὶ σελήνην ἀεὶ φωσφορεῖν ἅπαξ κελευσθέντας ἅμα τῇ πρώτῃ γενέσει τοῦ παντὸς καὶ τὸ θεῖον πρόσταγμα διατηρεῖν οὐδενὸς ἑτέρου χάριν ἢ ὅτι τῶν ὅρων οὐρανοῦ μακρὰν κακία πεφυγάδευται, τὸν αὐτὸν τρόπον καὶ τῆς γῆς τὴν βαθεῖαν καὶ καρποφόρον ἄνευ τέχνης καὶ συμπράξεως γεωπόνων ἀνδρῶν φέρειν ἂν πολλὴν ἀφθονίαν κατὰ τὰς ἐτησίους ὥρας· νυνὶ δὲ αἱ ἀέναοι πηγαὶ τῶν τοῦ θεοῦ χαρίτων ἐπεσχέθησαν, ὅτε ἤρξατο κακία τὰς ἀρετὰς παρευημερεῖν, ἵνα μὴ ὡς ἀναξίοις χορηγῶσιν.