De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
Ἔστι δὲ ταῦτα οὐ μύθου πλάσματα, οἷς τὸ ποιητικὸν καὶ σοφιστικὸν χαίρει γένος, ἀλλὰ δείγματα τύπων ἐπ’ ἀλληγορίαν [*](2 τοῦ τῶν καλῶν ABP 2. 3 τοῦ καλὸν καὶ πονηρὸν M 3 γνωριστικοῦ Wendl.: ὁριστικοῦ M, γνωστικοῦ ceteri μέσην] μεγίστην P ἣ Α 4 δὲ] οὑν ABP τούτους τοὺς ὅρους MFG: τοὺς ὅρους τούτους ceteri 5 δ’ M ἐπὶ M: πρός ceteri 6 εὐσεβείας δὲ καὶ ὁσιότητος M: ὁσιότητος δὲ καὶ εὐσεβείας ceteri 7 περιγίνεται M: ἐπιγίνεται ceteri προὐβάλετο GH: προὐβάλλετο ceteri 9 πλημμελούσῃ om. F ἐπειδὴ M 11 λέγεται δὲ Β ὄφις seclusi ὁ ὄφις M 12 προσελθὸν scripsi: προσελθεῖν FG, προσελθὼν ceteri 14 πᾶν καλόν M ἀπολαυθῆναι M 15 πρὸς δὲ καὶ ὠφελιμώτατον om. F 16 τε καὶ αὖ ABP, αὖ om. Η 17 post ἀνιδρύτου add. ἔργου M συναινέσαιεν φαγεῖν M 18 καὶ τοῦτ’] κἄπειτα M ἐξαπιναίους M 19 μεταβαλεῖν Markland 20 ἡ] ᾖν Markland ἐπεὶ] εἰ M τὸ τῆς ζωῆς F φυτὸν ἀθανάτου ABP 25 μύθου πλάσματα M: πλάσματα μύθου Η, πλάσμα μύθου FG, πλάσματα μύθων ABP 26 τύπων] τρόπων M, τύπων τρόπον G)
οὐδενὸς δὲ τῶν λεχθέντων ὁ φιλήδονος ἀμοιρεῖ· μόλις τε γὰρ τὴν κεφαλὴν ἐπαίρει βαρυνόμενος καὶ καθελκόμενος, ἐκτραχηλιζούσης καὶ ὑποσκελιζούσης τῆς ἀκρασίας· σιτεῖταί τε οὐκ οὐράνιον τροφήν, ἣν ὀρέγει τοῖς φιλοθεάμοσι διὰ λόγων καὶ δογμάτων σοφία, τὴν δ’ ἀναδιδομένην ἐκ γῆς κατὰ τὰς ἐτησίους ὥρας, ἐξ ἧς οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαιμαργίαι, αἳ τὰς γαστρὸς ἐπιθυμίας προσαναρρηγνῦσαι καὶ ἀναρριπίζουσαι [καὶ ἀνδραποδίζουσαι] πρὸς γαστριμαργίαν συναύξουσι καὶ ἀναρρηγνύουσι καὶ τοὺς ὑπογαστρίους οἴστρους· σιτοπόνων τε γὰρ καὶ ὀψαρτυτῶν κάματον ἐπιλιχνεύει καὶ τῆς ἀπὸ τῶν ἡδυσμάτων κνίσσης ἐν κύκλῳ τὴν κεφαλὴν περιάγων μεταλαμβάνειν [τῆς εἰδεχθείας] ὀρέγεται, καὶ ὁπότε πολυτελῆ τράπεζαν θεάσαιτο, καταβαλὼν αὑτὸν ὅλον ἐπὶ τὰ εὐτρεπισθέντα ἐκχεῖται, πάντων ἀθρόων σπουδάζων ἐμφορεῖσθαι, τέλος οὐ κόρον ἀλλὰ τὸ μηδὲν ὑπολείπεσθαι τῶν εὐτρεπισθέντων ποιούμενος.
ὅθεν οὐχ ἧττον ὄφεως ἐν τοῖς ὀδοῦσιν ἐπιφέρεται τὸν ἰόν· οὗτοι γάρ εἰσιν ἀπληστίας ὑπηρέται καὶ ὑπουργοί, πάνθ’ ὅσα πρὸς ἐδωδὴν τέμνοντές τε καὶ λεαίνοντες καὶ τὸ μὲν πρῶτον γλώττῃ παραδιδόντες τῇ χυλοὺς δικαζούσῃ πρὸς ἐπίκρισιν, ἔπειτα δὲ φάρυγγι· σιτίων δὲ ἀμετρία θανατῶδες φύσει καὶ ἰοβόλον, ἅτε πέψιν οὐκ ἐνδεχομένων διὰ τὴν [*](1 καλοῦντα H, καλούντων L κατὰ] καὶ M 2 φησὶ M 3 ζῶον ἄπουν M: ἄπουν (om. ζῷον) ABP, ἄπους (om. ζῷον) FGH καὶ πρηνὲς M: καὶ om. ceteri πρηνὴς H πεπτωκὼς MFGH 4 δὲ ABP γῆς—ὅτι om. F κέχρηται ABP δὲ ABP 6 μόγις M 7 ἐπαίρει] ἐπιφέρει M 8 τῆς om. M τε] δ’ M 9 καὶ διὰ λόγων ABP 11 αἳ add. Creuzer ἐπιθυμίας συναύξουσι πρὸς γαστριμαργίαν· ἀναρρηγνύσαι (sic) καὶ ἀνδραποδίζουσαι τὰς γαστριμαργίας καὶ τοὺς ὑπογαστρίους οἴστρους M 11. 12 ἀναρριπίζουσαι Mang.: ἀναρριπτοῦσαι codd. 12 καὶ ἀνδραποδίζουσαι secl. Wendl. 12. 13 συναύξουσαι καὶ ἀναρρηγνύουσαι ABP 13 καὶ ante τοὺς om. ΑΒP1 14 ἐπιλιχνεύει M: περιλιχνεύουσι ceteri τῆς] τις (ι in ras.) Β κνίσης H 15 μεταλαμβάνει καὶ τῆς εἰδεχθείας· ὀρέγεται δὲ M τῆς εἰδεχθείας seclusi: ἤδη τῆς θέας Mang., ὢ τῆς coni. Wendl. 16 καταβαλὼν Μ: ἐπιβαλὼν ceteri αὐτὸν M 17 ἐγχεῖται M πάντα ἄνθρωπον σπεύδων M ἀθρόων Markland: ἀθρόον codd. 17. 18 οὐ κόρον ἀλλὰ M: οὐχ ὅρον ἄλλο ἡ FGH, οὐκ ἄλλο ἢ ABP 19 ἐν τοῖς M: αὐτοῖς ceteri 20 ἐδωδὴν MH: ἡδονὴν ceteri 21 πρῶτον γλώττῃ] γλώττη πρότερον M τῇ] τοὺς M 22 χιλοὺς BH διχάζουσι (sic) M δὲ alterum om. ABPG 23 θανατώδη φύσιν M ἐνδεχόμενον M)
φωνὴν δ’ ἀνθρώπειον ὄφις λέγεται προΐεσθαι, διότι μυρίοις ὑπερμάχοις καὶ προαγωνισταῖς ἡδονὴ χρῆται τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν, οἳ τολμῶσιν ἀναδιδάσκειν ὅτι πάντων τὸ κράτος ἀνῆπται μικρῶν