De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἔτι δὲ τοῦ ἀνδρὸς μονήρη βίον ζῶντος, μήπω διαπλασθείσης τῆς γυναικός, φυτευθῆναι λόγος ἔχει παράδεισον ὑπὸ θεοῦ τοῖς παρ’ ἡμῖν οὐδὲν προσεοικότα (Gen. 2, 8 s.)· τῶν μὲν γάρ ἐστιν ἄψυχος ἡ ὕλη, παντοίων δένδρων κατάπλεως, τῶν μὲν ἀειθαλῶν πρὸς τὴν ὄψεως ἀδιάστατον ἡδονήν, τῶν δὲ ταῖς ἐαριναῖς ὥραις ἡβώντων καὶ βλαστανόντων, καὶ τῶν μὲν ἥμερον καρπὸν ἀνθρώποις φερόντων, οὐ πρὸς ἀναγκαίαν μόνον χρῆσιν τροφῆς ἀλλὰ καὶ πρὸς περιττὴν ἀπόλαυσιν ἁβροδιαίτου βίου, τῶν δ’ οὐχ ὅμοιον, ὃς ἀναγκαίως θηρίοις ἀπενεμήθη· κατὰ δὲ τὸν θεῖον παράδεισον ἔμψυχα καὶ λογικὰ φυτὰ πάντ’ εἶναι συμβέβηκε, καρπὸν φέροντα τὰς ἀρετὰς καὶ προσέτι τὴν ἀδιάφθορον σύνεσιν καὶ ἀγχίνοιαν, ᾗ γνωρίζεται τὰ καλὰ καὶ τὰ αἰσχρά, ζωήν τ’ ἄνοσον καὶ ἀφθαρσίαν καὶ πᾶν εἴ τι τούτοις ὁμοιότροπον.
ταῦτα δέ μοι δοκεῖ συμβολικῶς μᾶλλον ἢ κυρίως φιλοσοφεῖσθαι· δένδρα γὰρ ἐπὶ γῆς οὔτε πέφηνέ πω πρότερον οὔτ’ αὖθις εἰκὸς φανεῖσθαι ζωῆς ἢ συνέσεως· ἀλλ’ ὡς ἔοικεν αἰνίττεται διὰ μὲν τοῦ παραδείσου τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὅπερ ἐστὶ κατάπλεων οἷα φυτῶν μυρίων [*](1 ἑκατέρω M ἐναπεμάττετο Mang.: ἀπεμάττετο codd. τῇ om. M 2 τὴν θνητὴν M 3 ἐπλάσθη] ἐγενήθη M 4 ἐνησμένισε Mang. ἥ δ’ Α οὐδὲν ἐκείνου M: οὐδὲν ἐκείνω FGH, οὐδ’ ἐν ἐκείνω ABP 5 ἐμφανέστερον ABP γάννυται ABPFGH, γαυροῦται M τε om. M ἀντιπροσφθέγγεται] προσαγορεύεται M 6 δὲ M ἐπιγινόμενος B, γενόμενος M 7 ἁρμόττεται FGH: ἡρμονίζετο M, ἁρμόττοντα ABP ἐνίδρυσεν ABP 10 δι’ ἣν M: δι’ οὗ ceteri 11 ἀντ’ om. M δὲ καὶ FG 12 τῆς γυναικός M: τῆς om. ceteri 16 τῶν] τὸν corr. ex τῶν Η, τὸν L 17 μόνην M 18 τῶν δ’ οὐχ ὅμοιον scripsi: om. ABPH1, τῶν δ’ οὐχ ὁμοίων M, τὸν δ’ οὐχ ὅμοιον FGH2L, τὸν δ’ ἀνήμερον Christophorson Mang. ὃς] ὡς M ἀναγκαῖος FG 20 φυτὰ MFG: τὰ φυτὰ ceteri 21 ἀδιάφορον ABP1, διάφορον M καὶ ἀγχίνοιαν om. M 21. 22 τὰ καλὰ καὶ τὰ αἰσχρά M: τὰ αἰσχρὰ καὶ καλά ceteri 22 τ᾿ om. M ἄνοσον] ἄνεσιν M τούτων H 24 που M)
θέμενος δὲ τούτους τοὺς ὅρους ἐν ψυχῇ καθάπερ δικαστὴς ἐσκόπει, πρὸς πότερον ἐπικλινῶς ἕξει. ὡς δὲ εἶδε ῥέπουσαν μὲν ἐπὶ πανουργίαν, εὐσεβείας δὲ καὶ ὁσιότητος ὀλιγωροῦσαν, ἐξ ὧν ἡ ἀθάνατος ζωὴ περιγίνεται, προὐβάλετο κατὰ τὸ εἰκὸς καὶ ἐφυγάδευσεν ἐκ τοῦ παραδείσου, μηδ’ ἐλπίδα τῆς εἰσαῦθις ἐπανόδου δυσίατα καὶ ἀθεράπευτα πλημμελούσῃ ψυχῇ παρασχών, ἐπεὶ καὶ ἡ τῆς ἀπάτης πρόφασις ἐπίληπτος ἦν οὐ μετρίως, ἣν οὐκ ἄξιον παρασιωπῆσαι.
λέγεται τὸ παλαιὸν τὸ ἰοβόλον καὶ γηγενὲς ἑρπετὸν [ὄφις] ἀνθρώπου φωνὴν προΐεσθαι καί ποτε προσελθὸν τῇ τοῦ πρώτου φύντος ἀνδρὸς γυναικὶ τῆς βραδυτῆτος καὶ τῆς ἄγαν εὐλαβείας ὀνειδίσαι, διότι μέλλει καὶ ὑπερτίθεται πάγκαλον ὀφθῆναι καὶ ἥδιστον ἀπολαυσθῆναι καρπὸν δρέπεσθαι, πρὸς δὲ καὶ ὠφελιμώτατον, ᾧ δυνήσεται γνωρίζειν ἀγαθά τε αὖ καὶ κακά· τὴν δὲ ἀνεξετάστως ἀπὸ γνώμης ἀβεβαίου καὶ ἀνιδρύτου συναινέσασαν ἐμφαγεῖν τοῦ καρποῦ καὶ τῷ ἀνδρὶ μεταδοῦναι — καὶ τοῦτ’ ἐξαπιναίως ἀμφοτέρους ἐξ ἀκακίας καὶ ἁπλότητος ἠθῶν εἰς πανουργίαν μετέβαλεν —· ἐφ’ ᾧ τὸν πατέρα χαλεπήναντα — ἡ γὰρ πρᾶξις ὀργῆς ἀξία, ἐπεὶ παρελθόντες τὸ ζωῆς ἀθανάτου φυτόν, τὴν ἀρετῆς παντέλειαν, ὑφ’ ἧς μακραίωνα καὶ εὐδαίμονα βίον ἐδύναντο καρποῦσθαι, τὸν ἐφήμερον καὶ θνητὸν οὐ βίον ἀλλὰ χρόνον κακοδαιμονίας μεστὸν εἵλοντο — κολάσεις ὁρίσαι κατ’ αὐτῶν τὰς προσηκούσας.