De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
ὅπερ ἐπί τε πλαστικῆς καὶ ζῳγραφίας γινόμενον εἶδον· ἀποδεῖ γὰρ τὰ μιμήματα τῶν ἀρχετύπων, τὰ δ’ ἀπὸ τῶν μιμημάτων γραφόμενα καὶ πλαττόμενα πολὺ μᾶλλον, ἅτε μακρὰν ἀφεστῶτα τῆς ἀρχῆς· παραπλήσιον δὲ πάθος καὶ ἡ μαγνῆτις λίθος ἐπιδείκνυται· τῶν γὰρ σιδηρῶν δακτυλίων ὁ μὲν αὐτῆς ψαύσας βιαιότατα κρατεῖται, ὁ δὲ τοῦ ψαύσαντος ἧττον, ἐκκρέμαται δὲ καὶ τρίτος δευτέρου καὶ τέταρτος τρίτου καὶ πέμπτος τετάρτου καὶ ἑτέρων ἕτεροι κατὰ μακρὸν στοῖχον ὑπὸ μιᾶς ὁλκοῦ δυνάμεως συνεχόμενοι, πλὴν οὐ τὸν αὐτὸν τρόπον· ἀεὶ γὰρ οἱ πόρρω τῆς ἀρχῆς ἀπηρτημένοι χαλῶνται διὰ τὸ τὴν ὁλκὴν ἀνίεσθαι μηκέθ’ ὁμοίως σφίγγειν δυναμένην. ὅμοιον δή τι πεπονθέναι καὶ τὸ γένος τῶν ἀνθρώπων φαίνεται καθ’ ἑκάστην γενεὰν [*](1 τὸ μίμημα MD: τὸ om. ceteri 2 φύσει αἰσθητῷ Mang. 3 κάλλει αἰσθητῷ Christophorson αὐτός M: αὐτὸς ὤν ceteri ἐκπρεπέστατος FGH 5 μὲν οὖν Mang. (Christophorson) 6 γενέσθαι M 7 γέννησις Η 8 κρεῖττον M ὂν τοσοῦτο Η, τοσούτω G 9 γινόμενον M: γενόμενον ceteri γὰρ] γε GH, τὲ F αἰεὶ M: ἀεὶ ceteri 10 εἴτ’ ἄλλο] εἴτε τῶν ἄλλων M 11 τυγχάνει BG μὲν om. ABP 13 ἐπακμάζοντες M τῶν—λαμβανόντων (14) secl. 14 λαβόντων ABP πλαστικῆς M: τῆς πλαστικῆς ceteri 14. 15 γενόμενον ABP 15 εἶδος ἐστίν M, ἰδεῖν ἔστιν coni. Mang. ἀποδέει M μιμητὰ FGH δ’ om. M 17. 18 ἐπιδείκνυσι M ἐπιδείκνυται λίθος (sic) H 18 βεβαιότατα ΑΒ, βεβαιώτατα P 19 δὲ alterum om. M 21 μακρὸν α ι στοῖχον FGH: μικρὸν στοῖχον Β, μικρὸν στοῖχον (οι ex ϊ corr.) P, μικρὸν στοῖχον μικρὸν στίχον M πλὴν δὲ οὐ ABP 22 ἐπηρτημένοι Η τὸ om. M 23 ἀνίεσθαι M: ἀνεῖσθαι ceteri δή] δέ M Philonis opera νοl. I 4)
τὸν δ’ ἀρχηγέτην ἐκεῖνον οὐ μόνον πρῶτον ἄνθρωπον ἀλλὰ καὶ μόνον κοσμοπολίτην λέγοντες ἀψευδέστατα ἐροῦμεν· ἦν γὰρ οἶκος αὐτῷ καὶ πόλις ὁ κόσμος, μηδεμιᾶς χειροποιήτου κατασκευῆς δεδημιουργημένης ἐκ λίθων καὶ ξύλων ὕλης, ᾧ καθάπερ ἐν πατρίδι μετὰ πάσης ἀσφαλείας ἐνδιῃτᾶτο φόβου μὲν ἐκτὸς ὤν, ἅτε τῆς τῶν περιγείων ἡγεμονίας ἀξιωθεὶς καὶ πάντων ὅσα θνητὰ κατεπτηχότων καὶ ὑπακούειν ὡς δεσπότῃ δεδιδαγμένων ἢ βιασθέντων, ἐν εὐπαθείαις
δὲ ταῖς ἐν εἰρήνῃ ἀπολέμῳ ζῶν ἀνεπιλήπτως. ἐπεὶ δὲ πᾶσα πόλις εὔνομος ἔχει πολιτείαν, ἀναγκαίως συνέβαινε τῷ κοσμοπολίτῃ χρῆσθαι πολιτείᾳ ᾗ καὶ σύμπας ὁ κόσμος· αὕτη δέ ἐστιν ὁ τῆς φύσεως ὀρθὸς λόγος, ὃς κυριωτέρᾳ κλήσει προσονομάζεται θεσμός, νόμος θεῖος ὤν, καθ’ ὃν τὰ προσήκοντα καὶ ἐπιβάλλοντα ἑκάστοις ἀπενεμήθη. ταύτης τῆς πόλεως καὶ πολιτείας ἔδει τινὰς εἶναι πρὸ ἀνθρώπου πολίτας, οἳ λέγοιντ’ ἂν ἐνδίκως μεγαλοπολῖται τὸν μέγιστον περίβολον οἰκεῖν λαχόντες καὶ τῷ μεγίστῳ καὶ τελειοτάτῳ πολιτεύματι ἐγγραφέντες.
οὗτοι δὲ τίνες ἂν εἶεν ὅτι μὴ λογικαὶ καὶ θεῖαι φύσεις, αἱ μὲν ἀσώματοι καὶ νοηταί, αἱ δὲ οὐκ ἄνευ σωμάτων, ὁποίους συμβέβηκεν εἶναι τοὺς ἀστέρας; οἷς προσομιλῶν καὶ συνδιαιτώμενος εἰκότως ἐν ἀκράτῳ διέτριβεν εὐδαιμονίᾳ· συγγενής τε καὶ ἀγχίσπορος ὢν τοῦ ἡγεμόνος, ἅτε δὴ πολλοῦ ῥυέντος εἰς αὐτὸν τοῦ θείου πνεύματος, πάντα καὶ λέγειν καὶ πράττειν ἐσπούδαζεν εἰς ἀρέσκειαν τοῦ πατρὸς καὶ βασιλέως, ἑπόμενος κατ’ ἴχνος αὐτῷ ταῖς ὁδοῖς, ἃς λεωφόρους ἀνατέμνουσιν ἀρεταί, διότι μόναις ψυχαῖς θέμις προσέρχεσθαι τέλος ἡγουμέναις τὴν πρὸς τὸν γεννήσαντα θεὸν ἐξομοίωσιν.
[*](2 δὲ FG 4 ὁ οἶκος G οἶκος αὐτῶ καὶ πόλις ὁ κόσμος M: οἶκος ὁ κόσμος αὐτῶ καὶ πόλις ceteri 5 καὶ] ἢ M 6 τῶν οm. ΑBP1 8 ἀκούειν ὡς δεσπότη M, ὡς δεσπότη ὑπακούειν ceteri δεδϊγμένων AP1, δεδειγμένων Β εὐσταθείαις Β 9 δὲ om. M ἀπολέμῳ MFG: ἀπολέμως ceteri ἀνεπιλήπτως M: ἀνεπίληπτος ceteri 10 εὐνόμως F1G1H, ἔννομος Mang. ἀναγκαῖον MF ξυνέβαινε L 11 πολιτείαν M ᾖ om. M δ’ M 12 ὃς] ὡς M προσονομάζεσθαι M 12. 13 θεῖος νόμος G 13 καὶ om. M 14 ταύτης] τῆς δὲ (sic) Mang. πολιτείας] πολίτας MABP 15 λέγοιτ᾿ Μ ἐνδίκως] εἰκότως ABP post μεγαλοπολῖται add. οἱ Β 16 γραφέντες ABP 17 καὶ θεῖαι M: καὶ οm. ceteri 18 δ’ M εἶναι συμβέβηκεν G 19 συνομιλῶν F1 ἀκράτῳ] ἀκροτάτῳ ABP 20 δὴ] δὲ FGH 21 τοῦ om. ABP 22 πατρὸς] πνς M post βασιλέως add. μετιὼν M 23 κατ’ ἴχνος αὐτῶ M: αὐτῶ κατ’ ἴχνος ceteri ἅς ὡς λεωφόρους Christophorson (Mang.) διότι M: δι’ ὦν ceteri 24 μόνον ἡ ψυχὴ θέμις προσέρχεσθαι τέλος ἡγουμένη M θέμις ψυχαῖς ABP)