De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
δεύτερον δέ, οὐκ ἐκ τοῦ τυχόντος μέρους τῆς γῆς ἔοικεν ὁ θεὸς χοῦν [*](1 γεγεννῆσθαι Β 2 ἀνθρωπίνην om. DM διαπλασθέντος F 3 δὲ om. D ὑπ’ οὐδενὸς εἴληφε γεννητοῦ D γεννητοῦ ABPG πατρὸς] πνεύματος AP1, πνς BDM 4 πάντων MDM; ἁπάντων ceteri ὃ scripsi: τὸ codd. ἣν om. DM 5 φύσεως ἐκείνης MD: ἐκείνης φύσεως ceteri μετοικίαν M 6 ἶν’ om. M θνητόν] θνητὸς ὁ ἄνθρωπος Mang. (Christophorson) 7 ἀθανατίζεται MF 8 εἴπη FH, εἴποι L 10 μὲν om. M τὸ om. M 11 διάνοιαν] ψυχὴν M 12 ἑκάτερον scripsi: ἑκατέρων M, ἑκάτερα ceteri ψυχῆς τε καὶ σώματος M 13 μοι γεγενῆσθαι δοκεῖ ABP 14 ὑπερβολάς M: μεταβολάς FG marg. H, ὑπερβάσεις ceteri ἐν ἀληθεία ΗP2 καὶ καλὸς ABP 14. 15 οὗτος ὄντως M: ὄντως οὗτος ceteri 1.5 μὲν om. M 16 ὧν ἐστι πρῶτον om. M τόδε· ἄρτι] τό, τε ἄρτι M νεοτίκτου M 17 κατὰ] μετὰ Markland, διὰ Christophorson τοῦ om. ABP τῶν πολλῶν ὑδάτων Jessen προσερήθη Β θάλαττα M: θάλασσα ceteri 18 γιγνομένων FGH καὶ καθαρὰν] καθόλου ABP 18. 19 ἔτι δ’ ὁλκὸν καὶ εὐεργὸν praebet M solus: om. ceteri 19 ἑξῆς F ἀποτελούμενα Μ: ἐπιτελούμενα ceteri 20 οὐκ codd.: οὐδὲ v) [*](2—6 DP fol. 375v DM fol. 282r DR fol. 279v Φίλωνος ἐκ τῆς κατὰ τοῦ τεχνίτου χοῦν λαβόντος—τοῦ γένους ἡμῶν.)
τρίτον δέ, ὃ μηδὲ σύγκρισιν ἔχει πρὸς τὰ λεχθέντα, ὁ δημιουργὸς ἀγαθὸς ἦν τά τε ἄλλα καὶ τὴν ἐπιστήμην, ὡς ἕκαστον τῶν τοῦ σώματος μερῶν καὶ ἰδίᾳ καθ’ αὑτὸ τοὺς ἐπιβάλλοντας ἔχειν ἀριθμοὺς καὶ πρὸς τὴν τοῦ ὅλου κοινωνίαν εὐαρμόστως ἀπηκριβῶσθαι· μετὰ δὲ τῆς συμμετρίας καὶ εὐσαρκίαν προσανέπλαττε καὶ εὔχροιαν ἠνθογράφει βουλόμενος, ὡς ἔνι
μάλιστα, κάλλιστον ὀφθῆναι τὸν πρῶτον ἄνθρωπον. ὅτι δὲ καὶ τὴν ψυχὴν ἄριστος ἦν, φανερόν· οὐδενὶ γὰρ ἑτέρῳ παραδείγματι τῶν ἐν γενέσει πρὸς τὴν κατασκευὴν αὐτῆς ἔοικε χρήσασθαι, μόνῳ δ’ ὡς εἶπον τῷ ἑαυτοῦ λόγῳ. διό φησιν ἀπεικόνισμα καὶ μίμημα γεγενῆσθαι τούτου τὸν ἄνθρωπον ἐμπνευσθέντα εἰς τὸ πρόσωπον, ἔνθα τῶν αἰσθήσεων ὁ τόπος, αἷς τὸ μὲν σῶμα ἐψύχωσεν ὁ δημιουργός, τὸν δὲ βασιλέα λογισμὸν ἐνιδρυσάμενος τῷ ἡγεμονικῷ παρέδωκε δορυφορεῖσθαι πρὸς τὰς χρωμάτων καὶ φωνῶν χυλῶν τε αὖ καὶ ἀτμῶν καὶ τῶν παραπλησίων ἀντιλήψεις, ἃς ἄνευ αἰσθήσεως δι’ αὑτοῦ μόνου καταλαβεῖν οὐχ οἷός τε ἦν. ἀνάγκη [*](1 τὸν μὲν ἀνθρωποειδῆ Μang. τουτονὶ M 3 διϊθημένον M (in marg.: εἶχε διηθημένον παλαιὸν διηνθημένον), διηθημένον corr. ex διηθισμένον F, διηνθισμένον H 4 ἢ νεὼς] ἣν ὡς M ἱερῶ ABP ἐτεκταίνετο om. M 5 ἣν—θεοειδέστατον om. F ἀγαλματοφορεῖν M G δὲ om. FGH 7 τ’ ἄλλα ABP 8 καθ’ αὐτὸ] ν κατὰ Μ 10 εὐσαρκίας Η προσανέπλαττε FGH: προσαναπλάττει M, προσέπλαττε ABP 12 περὶ τὴν ψυχὴν D οὐδενὶ] οὐδὲ F οὐδενὶ γὰρ] ὅθεν οὐχ DM ἑτέρων παραδειγμάτων M, ἑτέρω πράγματι D οὐδενὶ τῶν F τῶν om. M ου 13 αὐτῆς] αὐτοῦ MF, αὐτῆς G δὲ D ὥσπερ DR Μang.) 14 τούτου D (coni. Markland): τοῦτον codd. 16 ἐν αἷς M μὲν om. ABP τὸν δὲ βασιλέα M: τὸν βασιλέα δὲ ceteri 17 ἱδρυσάμενος M παρέδωκε τὸ ἡγεμονικὸν M ante πρὸς add. καὶ M 17. 18 τὰς τῶν χρωμάτων ABP αὖ 18 χιλῶν BF, χυμῶν M τε om. M ἄν G παραπλησίον F 19 ἅς] ὡς M αὑτοῦ Η: αὐτοῦ ceteri τ’ ABP 6—7 DP fol. 376r DM fol. 282r (τοῦ αὑτοῦ ἐκ τῆς αὐτῆς) DR fol. 279v (τοῦ αὐτοῦ): ὁ δημιουργὸς—ἐπιστήμην. 11—16 ibid. ὅτι δὲ—τόπος. 19491 ἀνάγκη—τὸ μίμημα.)
Τοιοῦτος μὲν ὁ πρῶτος ἄνθρωπος κατά τε σῶμα καὶ ψυχὴν γεγενῆσθαί μοι δοκεῖ, τούς τε νῦν ὄντας καὶ τοὺς πρὸ ἡμῶν διενεγκὼν ἅπαντας· ἡ μὲν γὰρ ἡμετέρα γένεσις ἐξ ἀνθρώπων, τὸν δὲ θεὸς ἐδημιούργησεν· ἐφ’ ὅσον δὲ κρείττων ὁ ποιῶν, ἐπὶ τοσοῦτον καὶ τὸ γινόμενον ἄμεινον· ὥσπερ γὰρ τὸ ἀκμάζον αἰεὶ τοῦ παρηβηκότος βέλτιόν ἐστιν, εἴτε ζῷον εἴτε φυτὸν εἴτε καρπὸς εἴτ’ ἄλλο τι τῶν ἐν τῇ φύσει τυγχάνοι, οὕτως ἔοικεν ὁ μὲν πρῶτος διαπλασθεὶς ἄνθρωπος ἀκμὴ τοῦ ἡμετέρου παντὸς ὑπάρξαι γένους, οἱ δ’ ἔπειτα μηκέθ’ ὁμοίως ἐπακμάσαι, τῶν κατὰ γενεὰν ἀμαυροτέρας ἀεὶ τάς τε μορφὰς καὶ τὰς δυνάμεις λαμβανόντων·