Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

αὐτοκράτορας. Γορδιανοὺς δὲ ἔλεγον ἐκείνους ἐς οὐρανὸν καὶ θεὸν ἀνακεχωρηκέναι. προύθεσάν τε ὑπὲρ τῶν τειχῶν ἀγοράν, ὤνιον παρέχοντες πάντων τῶν ἐπιτηδείων τροφῶν τε παντοδαπῶν καὶ ποτῶν ἀφθονίαν, ἐσθῆτός τε καὶ ὑποδημάτων, καὶ ὅσα ἐδύνατο παρέχειν ἐς χρῆσιν ἀνθρώποις πόλις εὐδαιμονοῦσα

καὶ ἀκμάζουσα. ὅθεν καὶ μᾶλλον ἐξεπλάγη ὁ στρατός, συνεὶς ὅτι τοῖς μὲν πάντα αὐτάρκη ἦν, εἰ καὶ ἐπὶ πλέον πολιορκοῖντο, αὐτοὶ δὲ ἐν σπάνει πάντων τῶν ἐπιτηδείων θᾶττον ἂν διεφθάρησαν ἢ εἷλον πάντα ἔχουσαν πόλιν. ὁ δὲ στρατὸς ἔμενε παρὰ τοῖς τείχεσιν, ἔχων τὰ χρειώδη, ἅπερ ἀπὸ τῶν τειχῶν ἐλάμβανον, ὅσα ἕκαστος ἐβούλετο: διελέγοντό τε ἀλλήλοις. καὶ ἦν εἰρήνης μὲν καὶ φιλίας διάθεσις,

p.200
σχῆμα δὲ ἔτι πολιορκίας, τῶν τειχῶν κεκλεισμένων καὶ τοῦ στρατοῦ περὶ αὐτὰ διαιτωμένου.

τὰ μὲν οὖν κατὰ τὴν Ἀκυληίαν ἐν τούτοις ἦν: οἱ δ̓ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες ἀπὸ τῆς Ἀκυληίας ὡδοιπόρησάν τε μετὰ πάσης ἐπείξεως, καὶ ἐπιφοιτῶσιν αὐτοῖς τὰς λοιπὰς πόλεις αἱ πύλαι ἀνοίγνυντο, καὶ δαφνηφοροῦντες αὐτοὺς οἱ δῆμοι ὑπεδέχοντο. ὡς δὲ διέπλευσαν τάς τε λίμνας καὶ τὰ τενάγη μεταξὺ Ἀλτίνου καὶ Ῥἁ??ʼέννης, περιέτυχον Μαξίμῳ αὐτοκράτορι διατρίβοντι ἐν Ῥἁ??ʼέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ τῆς Ἰταλίας

λογάδας ἤθροιζεν. ἀφῖκτο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ ὀλίγη συμμαχία, πεμφθεῖσα ὑπ̓ αὐτῶν κατ̓ εὔνοιαν ἣν εἶχον πρὸς αὐτὸν ἄνωθεν, ἐξ οὗπερ ἦν αὐτῶν ἐπιμελῶς ἄρξας. παρασκευάζοντι οὖν αὐτῷ τὴν δύναμιν ὡς πολεμήσουσαν τῷ Μαξιμίνου στρατῷ προσίασιν οἱ ἱππεῖς τὴν κεφαλὴν τοῦ τε Μαξιμίνου καὶ τοῦ παιδὸς φέροντες, νίκην τε καὶ εὐπραγίαν ἀγγέλλοντες, ὅτι τε ἄρα ὁ στρατὸς τὰ Ῥωμαίων φρονεῖ, καὶ σέβει αὐτοκράτορας οὓς ἡ σύγκλητος

ἐποίησε. τούτων δὲ παῤ ἐλπίδα ἀγγελθέντων θυσίαι τε βωμοῖς εὐθὺς προσήγοντο, καὶ νίκην ἐπαιώνιζον πάντες ἣν ἀκονιτὶ ἐνίκησαν: ὁ δὲ Μάξιμος καλλιερήσας ἐκπέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην ἀγγελοῦντάς τε τὰ πραχθέντα τῷ δήμῳ καὶ τὴν κεφαλὴν κομίσοντας. ἐπεὶ δὲ ἀφίκοντο εἰσέπεσόν τε ἐς τὴν πόλιν δεικνύντες τὴν κεφαλὴν τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη, οὐδ̓ εἰπεῖν

ἔστι λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. οὔτε γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο, οὔτε τις ἔμενεν οἴκοι, ἀλλ̓ ὥσπερ ἐνθουσιῶντες ἐφέροντο συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς

p.201
τὸν ἱππόδρομον συνθέοντες ὥσπερ ἐκκλησιάζοντες χωρίῳ. ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν, ἀρχαί τε πᾶσαι καὶ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον ὑπερευφραίνοντο: ἔς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες δαφνηφόροι διεπέμποντο.