Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
φῆμαι δὲ μείζους ἐξ ὑποψίας ἀληθείας διεδίδοντο, ὅτι πᾶς ὁ δῆμος ὁ Ῥωμαίων ἐν ὅπλοις εἴη, Ἰταλία τε πᾶσα συμπεπνεύκοι, πάντα τε ἔθνη Ἰλλυρικὰ καὶ βάρβαρα τά τε ὑπ̓ ἀνατολαῖς καὶ μεσημβρίαις στρατὸν ἀγείροι, μιᾷ τε γνώμῃ καὶ ψυχῇ ὁμοίως
ὃ γὰρ ἦν μόνον ἐκ τοῦ παραρρέοντος ποταμοῦ ποτόν, αἵματι καὶ φόνοις μεμιασμένον ἐπίνετο: οἵ τε γὰρ Ἀκυλήσιοι τοὺς ἐν τῇ πόλει τελευτῶντας οὐκ ἔχοντες ὅπως θάψωσιν, ἐς τὸν ποταμὸν ἀπερρίπτουν, οἵ τε ἐν τῷ στρατῷ φονευόμενοι ἢ διαφθειρόμενοι νόσῳ ἐδίδοντο τῷ ῥεύματι, οὐκ ἐχόντων αὐτῶν τὰ πρὸς ταφὰς ἐπιτήδεια.
παντοδαπῆς οὖν ἀπορίας καὶ δυσθυμίας τὸν στρατὸν κατεχούσης, αἰφνιδίως ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων ἐς τὰς σκηνὰς καὶ τὰ ἐγκεχειρισμένα τῆς φρουρᾶς χωρία ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον ὄρος Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο μὲν χρονίου καὶ ἀπεράντου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ
μεμισημένου. τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ αὐτοῦ περὶ μέσην ἡμέραν, συναραμένων δὲ αὐτοῖς καὶ τῶν φρουρούντων δορυφόρων τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ προελθόντα τῆς σκηνῆς, ὡς δὴ ἄρα διαλέξαιτο αὐτοῖς, οὐκ ἀνασχόμενοι ἀναιροῦσι. φονεύουσι δὲ καὶ τὸν ἔπαρχον τοῦ στρατοῦ πάντας τε τοὺς ἐκείνῳ θυμήρεις φίλους: ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν καὶ πατεῖν εἴασαν κυσί τε καὶ ὄρνισι βοράν. τοῦ δὲ Μαξιμίνου καὶ τοῦ παιδὸς τὰς κεφαλὰς ἐς τὴν Ῥώμην ἔπεμψαν. τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ
ἐχρήσαντο, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες: ὁ δὲ στρατὸς πᾶς ὡς ἐπύθετο τὰ γενόμενα, ἔν τε ἀφασίᾳ ἦσαν καὶ οὐ πάνυ τι τῷ πραχθέντι πάντες ἠρέσκοντο, καὶ μάλιστά γε οἱ Παίονες καὶ ὅσοι βάρβαροι Θρᾷκες, οἳ καὶ τὴν ἀρχὴν αὐτῷ ἐγκεχειρίκεσαν. πλὴν τοῦ ἔργου ἅπαξ γεγονότος ἄκοντες μέν, ἔφερον δέ: ἀνάγκη τε ἦν συνήδεσθαι τοῖς πραχθεῖσιν ὑποκρινομένοις.
καταθέμενοί τε τὰ ὅπλα ἐν εἰρηνικῷ σχήματι προσῄεσαν τοῖς τείχεσι τοῖς Ἀκυλησίων, ἀγγέλλοντες τὸν φόνον τοῦ Μαξιμίνου: τὰς δὲ πύλας ἀνοίγειν ἠξίουν, δέχεσθαί τε φίλους τοὺς χθὲς ἐχθρούς. οἱ δὲ τῶν Ἀκυλησίων στρατηγοὶ τὰς μὲν πύλας ἀνοῖξαι οὐκ ἐπέτρεψαν, προθέντες δὲ τὰς εἰκόνας Μαξίμου καὶ Βαλβίνου Γορδιανοῦ τε Καίσαρος στεφάνοις καὶ δάφναις κεκοσμημένας αὐτοί τε εὐφήμουν, καὶ τοὺς στρατιώτας ἠξίουν γνωρίσαι καὶ ἀνειπεῖν εὐφημῆσαί τε τοὺς ὑπὸ Ῥωμαίων καὶ συγκλήτου ἀναδειχθέντας