Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ὁ δ̓ Ἀντωνῖνος τὴν ὁρμὴν ἤδη καὶ τὴν γνώμην περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἀποστάντι καὶ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, δηλῶσαι αὐτῷ, εἰ δὲ μή, τὰ ἐξ ἔθους αὐτὸν διοικῆσαι ὡς ἔπαρχον. πολλάκις δὲ τοῦτο κελεύειν ἦν σύνηθες αὐτῷ. καὶ ὃ μὲν ταῦτα προστάξας
εἴχετο τοῦ προκειμένου: ὁ δὲ Μακρῖνος καθ̓ αὑτὸν γενόμενος τάς τε ἄλλας ἐπιλύεται ἐπιστολάς, περιτυχὼν δὲ καὶ τῇ καθ̓ αὑτοῦ θανατηφόρῳ ὁρᾷ προῦπτον κίνδυνον ἐπικείμενον. εἰδώς τε τοῦ Ἀντωνίνου τὸν θυμὸν καὶ τὸ φονικὸν ἐπὶ τοιοῖσδε γράμμασι, καὶ πρόφασιν αὐτῷ εὔλογον ὑπάρξουσαν, τὴν μὲν ἐπιστολὴν ὑφαιρεῖται, περὶ δὲ τῶν λοιπῶν ἀπαγγέλλει
ὡς εἶεν συνήθεις. φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, δρᾶσαί τι μᾶλλον ἠθέλησεν ἢ ἀναμείνας παθεῖν. τολμᾷ δή τι τοιοῦτον. ἦν τις ἑκατοντάρχης, Μαρτιάλιος δὲ ὄνομα αὐτῷ, τῶν σωματοφυλάκων τῶν Ἀντωνίνου, ἀεὶ παρεπόμενος αὐτῷ. τούτου τὸν ἀδελφὸν πρὸ ὀλίγων ἡμερῶν ἀνῃρήκει διαβληθέντα μὲν οὐκ ἐλεγχθέντα δέ: αὐτῷ τε τῷ Μαρτιαλίῳ ἐνύβρισεν, ἄνανδρον αὐτὸν καὶ ἀγεννῆ
καλῶν καὶ Μακρίνου φίλον. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντά τε σφοδρῶς ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀναιρέσει, μὴ φέροντά τε τὰς ἐς αὑτὸν ὕβρεις, μεταπέμπεται ʽἐθάρρει δὲ αὐτῷ θεραπεύοντί τε αὐτὸν
συνέβη δὲ μετ̓ οὐ πολὺ τῆς σκέψεως ταύτης θελῆσαι τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς Μεσοποταμίας, προελθεῖν τῆς βασιλείας ἀπελθεῖν τε ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς ὁδοιπορίας χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο,
ὡς δὴ θύσας τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ τὴν μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῄεσαν, τιμὴν καὶ αἰδῶ
τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδών τε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ̓ αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως
τε καὶ ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς ὁ Ἀντωνῖνος ἔχαιρε φρουροῖς τε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ὅσον οἱ λοιποί, πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες
τὸν Μαρτιάλιον κατηκόντισαν. ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον,