Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τί γὰρ ἔχρῃζον αὐτῶν πρὸς γάμους; πολὺν δὲ ἐργασάμενος ὁ Ἀντωνῖνος φόνον τῶν βαρβάρων, λείαν τε καὶ αἰχμαλώτους παμπληθεῖς συλλαβών, ἀπῄει μηδενὸς αὐτῷ ἀνθεστῶτος, κώμας τε καὶ πόλεις ἐμπιπράς, δοὺς ἐξουσίαν τοῖς στρατιώταις ἁρπάζειν τε ἕκαστον ὃ δύναται καὶ ὃ βούλεται αὐτὸς κτήσασθαι.

τοιούτῳ μὲν δὴ πάθει ἐχρήσαντο οἱ βάρβαροι οὐ προσδοκηθέντι: ὁ δὲ Ἀντωνῖνος ἐπὶ πολὺ τῆς Παρθυαίων γῆς ἐλάσας, ἤδη καὶ τῶν στρατιωτῶν κεκμηκότων ἐν αὐτῷ τῷ ἁρπάζειν καὶ φονεύειν, ἐπανῆλθεν ἐς τὴν Μεσοποταμίαν. ἐκεῖ δὲ γενόμενος ἐπιστέλλει τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ πᾶσαν ἀνατολὴν κεχειρῶσθαι καὶ τῆς ἐπέκεινα βασιλείας

πάντας αὐτῷ παρακεχωρηκέναι. ἡ δὲ σύγκλητος, οὐκ ἀγνοοῦντες μὲν τὰ πεπραγμένα ʽλαθεῖν γὰρ ἔργα βασιλέως ἀδύνατον̓, πλὴν δέει καὶ κολακείᾳ ψηφίζονται αὐτῷ πάσας τιμὰς ἐπινικίους. διέτριβε δὲ μετὰ ταῦτα ἐν τῇ Μεσοποταμίᾳ ὁ Ἀντωνῖνος, ἡνιοχείαις σχολάζων καὶ θηρία παντοδαπὰ ἀναιρῶν.

ἦσαν δὲ αὐτῷ ἐπάρχοντες τοῦ στρατοπέδου δύο, ὃ μὲν πρεσβύτης πάνυ, τὰ μὲν ἄλλα ἰδιώτης καὶ πολιτικῶν πραγμάτων ἀπείρως ἔχων, στρατιωτικὸς δὲ γεγενῆσθαι δοκῶν: Ἀδ̔??ʼέντος ὄνομα αὐτῷ: ὁ δὲ

p.118
ἕτερος Μακρῖνος μὲν ἐκαλεῖτο, τῶν δὲ ἐν ἀγορᾷ οὐκ ἀπείρως εἶχε, καὶ μάλιστα νόμων ἐπιστήμης. ἐς τοῦτον οὖν ὡς μὴ στρατιωτικὸν μηδὲ γενναῖον δημοσίᾳ πολλάκις ἀπέσκωπτε, καὶ μέχρις αἰσχρᾶς βλασφημίας:

ἐπεὶ γὰρ ἤκουεν αὐτὸν καὶ διαίτῃ ἐλευθερίῳ χρώμενον καὶ τὰ φαῦλα καὶ ἀπερριμμένα τῶν ἐδεσμάτων καὶ ποτῶν μυσαττόμενον, οἷς ὡς στρατιωτικὸς δὴ ὁ Ἀντωνῖνος ἔχαιρε, χλαμύδιον ἤ τινα ἄλλην ἐσθῆτα ἀμφιεσάμενον ἀστειοτέραν ἐς ἀνανδρίαν καὶ θήλειαν νόσον διέβαλλεν, ἀεί τε ἀποκτενεῖν ἠπείλει. ἅπερ οὐ φέρων ὁ Μακρῖνος πάνυ ἤσχαλλε.

συνέβη δέ τι καὶ τοιοῦτον: ἔδει γὰρ ἄρα τέλος λαβεῖν τὸν Ἀντωνίνου βίον. περιεργότατος γὰρ ὢν οὐ μόνον τὰ ἀνθρώπων πάντα εἰδέναι ἤθελεν, ἀλλὰ καὶ τὰ θεῖά τε καὶ δαιμόνια πολυπραγμονεῖν. ἀεί τε πάντας ὑπώπτευεν ὡς ἐπιβουλεύοντας, χρηστηρίων τε πάντων ἐνεφορεῖτο, τούς τε πανταχόθεν μάγους καὶ ἀστρονόμους τε καὶ θύτας μετεπέμπετο: καὶ οὐδεὶς αὐτὸν ἐλάνθανε τῶν τὴν γοητείαν ταύτην ὑπισχνουμένων.

ὑποπτεύων δ̓ αὐτοὺς ὡς οὐ τἀληθῆ αὐτῷ ἀλλὰ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερνιανῷ τινί, τότε πάσας ὑπ̓ αὐτοῦ ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ εἶναι δοκοῦντι φίλων καὶ μόνῳ κοινωνῷ τῶν ἀπορρήτων: κελεύει δὲ αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι νεκυίᾳ τε χρησαμένῳ μαθεῖν περὶ τοῦ τέλους τοῦ βίου αὐτοῦ, καὶ

μή τις ἄρα ἐπιβουλεύοι τῇ ἀρχῇ. ὁ δὲ Ματερνιανὸς χρησάμενος ἀδεῶς τοῖς ὑπὸ τοῦ βασιλέως κελευσθεῖσιν, εἴτε ὄντως αὐτῷ δαιμόνων ταῦτα θεσπισάντων εἴτε ἄλλως συσκευαζόμενος τὸν Μακρῖνον, ἐπιστέλλει τῷ Ἀντωνίνῳ ἐπιβουλεύειν τῇ ἀρχῇ τὸν Μακρῖνον

καὶ δεῖν αὐτὸν ἀποσκευάσασθαι. ταῦτα τὰ γράμματα

p.119
ἀποσημηνάμενος μετὰ καὶ ἑτέρων ἐπιστολῶν κατὰ τὸ ἔθος δίδωσι τοῖς διακομίζουσιν, οὐκ εἰδόσιν ἃ φέρουσι. τῷ δὲ συνήθει τάχει τῆς ὁδοιπορίας ἐκεῖνοι χρησάμενοι ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀνειληφότι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι προσκομίζουσι πάντα τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ κατὰ Μακρίνου γράμματα.