Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἐπεὶ γὰρ ἤκουεν αὐτὸν καὶ διαίτῃ ἐλευθερίῳ χρώμενον καὶ τὰ φαῦλα καὶ ἀπερριμμένα τῶν ἐδεσμάτων καὶ ποτῶν μυσαττόμενον, οἷς ὡς στρατιωτικὸς δὴ ὁ Ἀντωνῖνος ἔχαιρε, χλαμύδιον ἤ τινα ἄλλην ἐσθῆτα ἀμφιεσάμενον ἀστειοτέραν ἐς ἀνανδρίαν καὶ θήλειαν νόσον διέβαλλεν, ἀεί τε ἀποκτενεῖν ἠπείλει. ἅπερ οὐ φέρων ὁ Μακρῖνος πάνυ ἤσχαλλε.
συνέβη δέ τι καὶ τοιοῦτον: ἔδει γὰρ ἄρα τέλος λαβεῖν τὸν Ἀντωνίνου βίον. περιεργότατος γὰρ ὢν οὐ μόνον τὰ ἀνθρώπων πάντα εἰδέναι ἤθελεν, ἀλλὰ καὶ τὰ θεῖά τε καὶ δαιμόνια πολυπραγμονεῖν. ἀεί τε πάντας ὑπώπτευεν ὡς ἐπιβουλεύοντας, χρηστηρίων τε πάντων ἐνεφορεῖτο, τούς τε πανταχόθεν μάγους καὶ ἀστρονόμους τε καὶ θύτας μετεπέμπετο: καὶ οὐδεὶς αὐτὸν ἐλάνθανε τῶν τὴν γοητείαν ταύτην ὑπισχνουμένων.
ὑποπτεύων δ̓ αὐτοὺς ὡς οὐ τἀληθῆ αὐτῷ ἀλλὰ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερνιανῷ τινί, τότε πάσας ὑπ̓ αὐτοῦ ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ εἶναι δοκοῦντι φίλων καὶ μόνῳ κοινωνῷ τῶν ἀπορρήτων: κελεύει δὲ αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι νεκυίᾳ τε χρησαμένῳ μαθεῖν περὶ τοῦ τέλους τοῦ βίου αὐτοῦ, καὶ
μή τις ἄρα ἐπιβουλεύοι τῇ ἀρχῇ. ὁ δὲ Ματερνιανὸς χρησάμενος ἀδεῶς τοῖς ὑπὸ τοῦ βασιλέως κελευσθεῖσιν, εἴτε ὄντως αὐτῷ δαιμόνων ταῦτα θεσπισάντων εἴτε ἄλλως συσκευαζόμενος τὸν Μακρῖνον, ἐπιστέλλει τῷ Ἀντωνίνῳ ἐπιβουλεύειν τῇ ἀρχῇ τὸν Μακρῖνον
καὶ δεῖν αὐτὸν ἀποσκευάσασθαι. ταῦτα τὰ γράμματα