Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
μετ̓ ὀλίγων. τὸ δὲ λοιπὸν πλῆθος ἐκόπτετο τῶν βαρβάρων οὔτε τοὺς ἵππους ἐχόντων, οἷς χρῶνται μάλιστα ʽἀποβεβηκότες γὰρ εἱστήκεσαν, ἐκείνους ἀνέντες νέμεσθαἰ, οὔτε δρόμῳ χρήσασθαι δυναμένων πρὸς φυγήν, ἐμποδιζούσης αὐτοὺς τῆς περὶ τοῖς ποσὶ χαύνου ἐσθῆτος. φαρέτρας δὲ καὶ τόξα οὐκ εἶχον:
τί γὰρ ἔχρῃζον αὐτῶν πρὸς γάμους; πολὺν δὲ ἐργασάμενος ὁ Ἀντωνῖνος φόνον τῶν βαρβάρων, λείαν τε καὶ αἰχμαλώτους παμπληθεῖς συλλαβών, ἀπῄει μηδενὸς αὐτῷ ἀνθεστῶτος, κώμας τε καὶ πόλεις ἐμπιπράς, δοὺς ἐξουσίαν τοῖς στρατιώταις ἁρπάζειν τε ἕκαστον ὃ δύναται καὶ ὃ βούλεται αὐτὸς κτήσασθαι.
τοιούτῳ μὲν δὴ πάθει ἐχρήσαντο οἱ βάρβαροι οὐ προσδοκηθέντι: ὁ δὲ Ἀντωνῖνος ἐπὶ πολὺ τῆς Παρθυαίων γῆς ἐλάσας, ἤδη καὶ τῶν στρατιωτῶν κεκμηκότων ἐν αὐτῷ τῷ ἁρπάζειν καὶ φονεύειν, ἐπανῆλθεν ἐς τὴν Μεσοποταμίαν. ἐκεῖ δὲ γενόμενος ἐπιστέλλει τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ πᾶσαν ἀνατολὴν κεχειρῶσθαι καὶ τῆς ἐπέκεινα βασιλείας
πάντας αὐτῷ παρακεχωρηκέναι. ἡ δὲ σύγκλητος, οὐκ ἀγνοοῦντες μὲν τὰ πεπραγμένα ʽλαθεῖν γὰρ ἔργα βασιλέως ἀδύνατον̓, πλὴν δέει καὶ κολακείᾳ ψηφίζονται αὐτῷ πάσας τιμὰς ἐπινικίους. διέτριβε δὲ μετὰ ταῦτα ἐν τῇ Μεσοποταμίᾳ ὁ Ἀντωνῖνος, ἡνιοχείαις σχολάζων καὶ θηρία παντοδαπὰ ἀναιρῶν.
ἦσαν δὲ αὐτῷ ἐπάρχοντες τοῦ στρατοπέδου δύο, ὃ μὲν πρεσβύτης πάνυ, τὰ μὲν ἄλλα ἰδιώτης καὶ πολιτικῶν πραγμάτων ἀπείρως ἔχων, στρατιωτικὸς δὲ γεγενῆσθαι δοκῶν: Ἀδ̔??ʼέντος ὄνομα αὐτῷ: ὁ δὲ