Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
βωμούς, χάριτας θεοῖς ὁμολογοῦντες. ἐβόων δὲ διάφορα, οἳ μὲν κεῖσθαι τὸν τύραννον λέγοντες, οἳ δὲ τὸν μονομάχον, ἄλλοι δὲ ἀπρεπέστερα βλασφημοῦντες: καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος ῥήματα, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ῥᾳδίως ἐλέγετο. πλεῖστον δὴ τοῦ δήμου συνέθει δρόμῳ ἐπὶ τὸ στρατόπεδον: ἠπείγοντο δὲ μάλιστα δεδιότες μή πως ἄρα οἱ στρατιῶται ὀκνηρότερον ὑπακούσωσι τῇ τοῦ Περτίνακος
ἀρχῇ. ἐσομένην γὰρ σώφρονα μὴ πάνυ τι ἀποδέξασθαι τοὺς στρατιώτας προσεδόκων, τυραννίδι δουλεύειν εἰθισμένους, ἁρπαγαῖς τε καὶ βίαις ἐγγεγυμνασμένους. ἵν̓ οὖν αὐτοὺς ἐκβιάσοιντο ὑπακοῦσαι, πανδημεὶ συνῆλθον. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, ὁ Λαῖτός τε καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα: συγκαλέσας τε τοὺς στρατιώτας ὁ Λαῖτος ἔλεξε τοιάδε.
Κόμμοδος μὲν ἡμῖν ὁ βασιλεὺς τέθνηκεν ἀποπληξίᾳ, αἴτιος δὲ τοῦ τοιούτου θανάτου οὐκ ἄλλος ἀλλ̓ αὐτὸς αὑτῷ: συμβουλεύουσι γὰρ ἡμῖν τὰ ἄριστα ἀεὶ καὶ σωτήρια μὴ πειθόμενος, βιοὺς δὲ ὡς οὐκ ἀγνοεῖτε, ὑπὸ πλήθους ἀποπνιγεὶς διεφθάρη. τὸν μὲν οὖν κατέλαβε τέλος τὸ πεπρωμένον: οὐδὲ γὰρ μία οὐδ̓ ἡ αὐτὴ πᾶσιν ἀνθρώποις θανάτου αἰτία, διάφοροι
δὲ οὖσαι ἐς ἓν τέρμα βίου συντελοῦσιν. ἀλλ̓ ἀντ̓ ἐκείνου γὰρ ὑμῖν ἄγομεν ἡμεῖς τε καὶ ὁ δῆμος τῶν Ῥωμαίων ἄνδρα τὴν μὲν ἡλικίαν σεμνὸν τὸν δὲ βίον σώφρονα, ἀρετῆς δὲ τῆς ἐν ἔργοις ἔμπειρον: ὧν οἱ μὲν πρεσβύτεροι καὶ τῶν στρατιωτικῶν αὐτοῦ πράξεων ἐπειράθητε, οἱ δὲ λοιποὶ τῆς πόλεως ἐπάρχοντα τοσούτων ἐτῶν ἀεὶ διὰ τιμῆς τε καὶ θαύματος ἔσχετε.
δίδωσί τε ὑμῖν ἡ τύχη οὐ βασιλέα μόνον ἀλλὰ καὶ πατέρα χρηστόν. εὐφρανεῖ τε ἡ τοῦδε ἀρχὴ οὐχ ὑμᾶς μόνον τοὺς ἐνταυθοῖ δορυφοροῦντας, ἀλλὰ καὶ τοὺς ἐπὶ ταῖς ὄχθαις τῶν ποταμῶν καὶ τοὺς ἐπὶ τοῖς ὅροις τῆς Ῥωμαίων ἀρχῆς ἱδρυμένους, οἳ τὴν πεῖραν αὐτοῦ τῶν ἔργων φέρουσι διὰ μνήμης. τό τε βάρβαρον οὐ χρήμασιν ἔτι θεραπεύσομεν, πείρᾳ δὲ ὧν πρὸς αὐτοῦ πεπόνθασι στρατηγοῦντος φόβῳ ὑποτάξονται.
τοιαῦτα δὴ λέγοντος τοῦ Λαίτου, μὴ κατασχὼν ἑαυτὸν ὁ δῆμος, μελλόντων καὶ ὀκνούντων ἔτι τῶν στρατιωτῶν, σεβαστόν τε ἀναγορεύει καὶ πατέρα καλεῖ πάσαις τε γεραίρει εὐφημίαις. τότε καὶ οἱ στρατιῶται, οὐχ ὁμοίᾳ μὲν προθυμίᾳ, τῇ δὲ ἐκ τοῦ παρόντος πλήθους ἀνάγκῃ ʽκαὶ γὰρ ἦσαν πανταχόθεν ὑπὸ τοῦ δήμου περιειλημμένοι, ὀλίγοι τε καὶ ἄνευ
τῶν ὅπλων ὡς ἐν ἱερομηνίᾀ, πλὴν συνεξεβόησαν καὶ σεβαστὸν προσεῖπον τὸν Περτίνακα: ἔς τε τὸ ἐκείνου ὄνομα τοὺς συνήθεις ὅρκους ὀμόσαντες καὶ θύσαντες,
ὃ δὲ ἐπείπερ ἱδρύθη ἐν τῇ βασιλείῳ ἑστίᾳ, τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου, ὡς προείρηται, νύκτωρ ἀναγαγόντων, φροντίσι μεγίσταις τὴν γνώμην ἐταράττετο: πάνυ τε αὐτόν, καίτοι δοκοῦντα ψυχῆς εἶναι ἐρρωμένης καὶ πρὸς πάντα ἀνδρεῖον, τὰ παρόντα ἐφόβει, οὐχ οὕτω προνοίᾳ τῆς ἑαυτοῦ σωτηρίας ʽκινδύνων γὰρ καὶ μειζόνων πολλάκις ἦν καταφρονήσασ̓, ἐλογίζετο δὲ τήν τε αἰφνίδιον τῆς τυραννίδος μεταβολὴν τήν τε ἐν τῇ συγκλήτῳ βουλῇ τινῶν εὐγένειαν, οὓς ὑπώπτευεν οὐκ ἀνεξομένους μετὰ βασιλέα εὐγενέστατον τὴν ἀρχὴν μεταπεσοῦσαν ἐς ἄνδρα ἐξ ἰδιωτικοῦ
καὶ ἀσήμου γένους ἐπὶ τοῦτο ἐλθόντα. εἰ γὰρ καὶ ὁ βίος αὐτῷ διὰ σωφροσύνην ἐπῃνεῖτο καὶ τὰ ἐν ταῖς στρατιωτικαῖς πράξεσιν ἦν εὐκλεῆ, ἀλλ̓ ὅσον εὐγενείας χάριν, πολὺ τῶν εὐπατριδῶν ἀπελείπετο. ἡμέρας οὖν καταλαβούσης κατῆλθεν ἐπὶ τὸ συνέδριον τῆς βουλῆς, οὔτε τὸ πῦρ ἐάσας ἑαυτοῦ προπομπεῦσαι οὔτε τι ἄλλο τῶν βασιλικῶν συμβόλων ἐς ὕψος ἀρθῆναι πρὶν ἢ μαθεῖν τὴν γνώμην τῆς συγκλήτου βουλῆς.