Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ταραχθεὶς εἰσαγγέλλει. ὃ δὲ ἥκειν αὐτοὺς κελεύει, δεινὰ προσδοκώμενα ἑαυτῷ ἑκάστοτε συμβήσεσθαι φάσκων. ἐν τοσαύτῃ γοῦν αὐτόν φασι μεῖναι ψυχῆς

p.37
ἀταραξίᾳ ὡς μηδ̓ ἀναθορεῖν τοῦ σκίμποδος, μεῖναι δὲ ἐπὶ τοῦ σχήματος, καὶ τὸν Λαῖτον ἅμα τῷ Ἐκλέκτῳ εἰσελθόντα, καίτοι δοκοῦντα ἐπὶ φόνῳ ἥκειν, προσειπεῖν

τε, καὶ θαρροῦντι μηδὲ ὠχριάσαντι τῷ προσώπῳ πάλαι μέν φάναι καὶ πάσης νυκτὸς τόδε τὸ τέλος τοῦ βίου εἶχον δἰ ἐλπίδος, μόνος τε τῶν πατρῴων ἔτι περιλειπόμενος φίλων ἐθαύμαζον ἐπ̓ ἐμοὶ Κόμμοδον βραδύνοντα. τί δὴ μέλλετε; ὑμεῖς τε γὰρ δράσετε τὸ κεκελευσμένον, ἐγώ τε πονηρᾶς ἐλπίδος καὶ φόβου συνεχοῦς ἀπαλλάξομαι. πρὸς ταῦτα ὁ

Λαῖτος οὐ παύσῃ ἔφη ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων; οὐ γὰρ ἐπ̓ ὀλέθρῳ τῷ σῷ ἥδε ἡμῶν ἡ ἄφιξις, ἀλλ̓ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥωμαίων ἀρχῆς. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς

δρᾶσαι διενοεῖτο, ταῦτα πρὸς ἡμῶν ἔπαθεν. ἡμεῖς δὲ ἥκομέν σοι τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ σωφροσύνῃ βίου μεγέθει τε ἀξιώματος καὶ ἡλικίας σεμνότητι, ποθούμενόν τε καὶ τιμώμενον ὑπὸ τοῦ δήμου: ὅθεν κἀκείνοις εὐκταῖον καὶ ἡμῖν σωτήριον τὸ πραττόμενον ἔσεσθαι

προσδοκῶμεν. πρὸς ταῦτα ὁ Περτίναξ οὐ παύσεσθε ἔφη χλευάζοντες πρεσβύτην, καὶ τοσαύτην μου δειλίαν κατεγνωκότες ὡς πρῶτον ἀπατῆσαι βούλεσθε, εἶθ̓ οὕτω φονεῦσαι; ἀλλὰ μήν ἔφη ὁ Ἔκλεκτος, ἐπεὶ λέγουσιν ἡμῖν οὐ πεπίστευκας, λαβὼν τουτὶ τὸ γραμματεῖον ʽγνωρίζεις δὲ τὴν Κομμόδου χεῖρα, οὔσης σοι τῆς ἀναγνώσεως ἐν συνηθείᾀ

ἀνάγνωθι: οὕτω γὰρ γνώσῃ τίνα τε κίνδυνον ἐφύγομεν, καὶ ὅτι μὴ σκῆψις ἀλλ̓ ἀλήθεια πρόσεστι τοῖς λεχθεῖσιν. ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα

p.38

πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν. καὶ πρῶτον ἀρέσκει προελθεῖν ἐπὶ τὸ στρατόπεδον καὶ πεῖραν τῆς γνώμης τῶν στρατιωτῶν λαβεῖν: πείσειν δὲ αὐτοὺς ὁ Λαῖτος ὑπισχνεῖτο, ἐπείπερ αὐτῷ ἐπάρχῳ

ὄντι μετρίαν ἀπένεμον αἰδῶ. συμπαραλαβόντες οὖν καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. ἤδη δὲ καὶ τὸ πλεῖστον τῆς νυκτὸς προκεχωρήκει, καὶ τῆς ἑορτῆς ἐνεστώσης πρὸ ἡμέρας πάντα ἐπράττετο. διαπέμπουσι δή τινας τῶν πιστῶν τοὺς διαβοήσοντας ὅτι ὁ Κόμμοδος τέθνηκε μέν, Περτίναξ

δὲ ἐς τὸ στρατόπεδον βασιλεύσων ἄπεισι. διαδραμούσης δὲ τῆς φήμης πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβακχεύετο, διέθεόν τε, καὶ τοῖς οἰκείοις ἕκαστος χαίρων διήγγελλε, καὶ μάλιστα τοῖς ἐπ̓ ἀξιώσεως ἢ πλουσίοις: ἐκείνοις γὰρ καὶ ἐπιβουλεύοντα ᾔδεσαν τὸν Κόμμοδον. ἔθεόν τε περί τε τὰ ἱερὰ καὶ