Against Boeotus II
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
οὑτοσὶ δέ, ὦ ἄνδρες δικασταί, οὔτε ἠντεδίκει τότε παρὼν οὔτε ἔφη με καταδιαιτήσασθαι τὴν δίκην αὑτοῦ· οὐ γὰρ εἶναι Βοιωτὸν αὑτῷ ὄνομα, ἀλλὰ Μαντίθεον, καὶ οὕτως ὀνόματι ἀμφισβητῶν ἔργῳ τὴν προῖκά με τῆς μητρὸς ἀποστερεῖ. ἀπορῶν δʼ ἐγὼ τί ἄν τις χρήσαιτο τῷ πράγματι, οὕτω πάλιν τὴν αὐτὴν ταύτην δίκην λαχὼν αὐτῷ Μαντιθέῳ ἑνδεκάτῳ ἔτει νῦν εἰς ὑμᾶς καταπέφευγα. ὡς δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς περὶ τούτων μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.