Against Boeotus II
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
περὶ μὲν οὖν ὧν οὗτοί μοι ἐδικάζοντο, παρόντος τούτου καὶ ἀντιδικοῦντος καὶ οὐκ ἔχοντος ἐπιδεῖξαι οὐδὲν ὧν ἐνεκάλουν, ἀπεδιῄτησέν μου ὁ διαιτητής· καὶ οὗτος συνειδὼς αὑτῷ ἀδίκως ἐγκαλοῦντι οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον, οὔτε νῦν περὶ ἐκείνων εἴληχέ μοι δίκην οὐδεμίαν, ἀλλὰ περὶ ἄλλων τινῶν, λύσειν τοῖς ἐγκλήμασι τούτοις τὴν δίκην ταύτην οἰόμενος. ἣν δʼ ἐγὼ τοῦτον ἐδίωκον τότε περὶ τῆς προικός, ἐπιδημοῦντος τούτου ἐνθάδε καὶ οὐκ ἀπαντήσαντος πρὸς τὸν διαιτητήν, ἐρήμην κατεδιῄτησεν αὐτοῦ.