Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
  2. νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
  3. ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
  4. εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
  5. εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
  6. πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
  7. ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
  8. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
  9. Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
  10. ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
  11. γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
  12. εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
  13. οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
  14. παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
  15. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
  16. ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
  17. κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
  18. τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
  19. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
  20. Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
  21. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  22. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
  23. τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
  24. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
  25. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
  26. τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
  27. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
  28. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  29. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  30. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
  31. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
  32. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
  33. νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  34. ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
  35. ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
  36. νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
  37. ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
  38. δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
  39. ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
  40. λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
  41. φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
  42. ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
  43. οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
  44. ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
  45. ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες