Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
- ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
- [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
- προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
- ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
- πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
- καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
- καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
- καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
- δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
- φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
- Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
- μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
- ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
- ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
- δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
- εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
- ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
- ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
- καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
- τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
- τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
- εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
- ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
- εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
- ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
- εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
- ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
- τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
- ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
- εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
- ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
- ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
- ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
- πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
- ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
- ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
- ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
- αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
- ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
- ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
- ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
- ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
- τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ