Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
  2. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
  3. στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
  4. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
  5. πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
  6. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
  7. ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
  8. καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
  9. πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,