Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
  2. ---ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
  3. φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
  4. ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
  5. ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
  6. κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
  7. σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  8. μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
  9. ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,