Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
  2. βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
  3. πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
  4. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
  5. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
  6. πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
  7. ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
  8. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
  9. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
  10. πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
  11. ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
  12. ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
  13. Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
  14. ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  15. δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
  16. νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
  17. τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
  18. τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
  19. ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
  20. ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
  21. ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
  22. τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
  23. ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
  24. μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
  25. μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
  26. ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
  27. βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
  28. ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
  29. ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
  30. τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
  31. δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
  32. ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  33. [δωσέμεν, ἅς κʼ ἐθέλῃσθα] μετʼ ἀθανάτοισι θεοῖσι.
  34. [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
  35. [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
  36. [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
  37. [ὣς ἄρʼ ἔφη τελέ]εσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
  38. [ἀλλʼ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
  39. [ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
  40. α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
  41. ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
  42. αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
  43. πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
  44. ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
  45. δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
  46. Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
  47. δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
  48. Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
  49. σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
  50. οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
  51. ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
  52. ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
  53. αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
  54. αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,