Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
  2. οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
  3. εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
  4. ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
  5. καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
  6. ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
  7. ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
  8. αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
  9. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
  10. ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
  11. ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
  12. ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
  13. σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  14. ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
  15. οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
  16. ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
  17. ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
  18. στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
  19. νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
  20. ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
  21. Περσεφόνη δʼ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
  22. μητρὸς ἑῆς κατʼ [ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους]
  23. ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
  24. τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
  25. α[ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς]
  26. παυομ[ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·]