Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
  2. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
  3. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
  4. πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
  5. ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
  6. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
  7. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  8. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  9. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  10. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
  11. ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
  12. φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
  13. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  14. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  15. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  16. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  17. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  18. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
  19. ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
  20. ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
  21. ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
  22. μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
  23. οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
  24. αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
  25. δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
  26. τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.