Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
  2. ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
  3. ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
  4. ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
  5. ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
  6. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
  7. ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
  8. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
  9. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
  10. πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
  11. ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
  12. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
  13. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  14. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  15. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  16. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
  17. ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
  18. φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
  19. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  20. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  21. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  22. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  23. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  24. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
  25. ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
  26. ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
  27. ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
  28. μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
  29. οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
  30. αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
  31. δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
  32. τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
  33. τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
  34. οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
  35. εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
  36. ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
  37. καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
  38. ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
  39. ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
  40. αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
  41. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
  42. ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
  43. ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
  44. ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
  45. σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  46. ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
  47. οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
  48. ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
  49. ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
  50. στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
  51. νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
  52. ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
  53. Περσεφόνη δʼ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
  54. μητρὸς ἑῆς κατʼ [ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους]