Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
  2. δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
  3. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
  4. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
  5. κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
  6. παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
  7. ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
  8. μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
  9. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
  10. ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
  11. χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
  12. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
  13. δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
  14. εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
  15. ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
  16. αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
  17. ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
  18. ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
  19. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
  20. τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
  21. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
  22. βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
  23. ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
  24. μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
  25. αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
  26. ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
  27. σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
  28. πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
  29. πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
  30. καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
  31. λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
  32. καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
  33. εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
  34. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
  35. Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
  36. ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
  37. πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
  38. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
  39. εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
  40. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  41. Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
  42. ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
  43. ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
  44. ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
  45. αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
  46. πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
  47. κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
  48. τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
  49. ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
  50. θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
  51. οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
  52. πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
  53. πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
  54. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,