Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
  2. Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
  3. ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
  4. πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
  5. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
  6. εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
  7. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  8. Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
  9. ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
  10. ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
  11. ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
  12. αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
  13. πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
  14. κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
  15. τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
  16. ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
  17. θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
  18. οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
  19. πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
  20. πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
  21. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
  22. εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
  23. ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
  24. ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
  25. ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
  26. ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
  27. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
  28. ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
  29. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
  30. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
  31. πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
  32. ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
  33. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
  34. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  35. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  36. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  37. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
  38. ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
  39. φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
  40. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  41. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  42. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  43. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  44. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  45. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·