Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
- ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
- τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
- Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
- ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
- εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
- ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
- γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
- ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
- σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
- λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
- αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
- βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
- δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
- μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
- τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
- κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
- παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
- ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
- μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
- ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
- ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
- χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
- αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
- δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
- εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
- ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
- αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
- ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
- ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
- οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
- τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
- αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
- βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
- ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
- μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
- αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
- ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
- σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
- πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
- πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
- καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
- λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
- καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
- εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.