Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
  2. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
  3. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
  4. κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
  5. παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
  6. ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
  7. μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
  8. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
  9. ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
  10. χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
  11. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
  12. δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
  13. εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
  14. ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
  15. αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
  16. ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
  17. ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
  18. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
  19. τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
  20. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
  21. βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
  22. ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
  23. μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
  24. αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
  25. ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
  26. σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
  27. πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
  28. πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
  29. καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
  30. λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
  31. καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
  32. εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
  33. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
  34. Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
  35. ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
  36. πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
  37. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
  38. εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
  39. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  40. Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
  41. ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
  42. ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
  43. ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
  44. αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
  45. πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
  46. κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
  47. τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
  48. ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
  49. θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
  50. οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
  51. πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
  52. πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
  53. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
  54. εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
  55. ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
  56. ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
  57. ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
  58. ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
  59. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
  60. ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
  61. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
  62. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
  63. πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
  64. ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
  65. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
  66. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  67. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  68. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  69. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
  70. ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
  71. φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
  72. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  73. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  74. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  75. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  76. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  77. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
  78. ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
  79. ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
  80. ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
  81. μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
  82. οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
  83. αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
  84. δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
  85. τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
  86. τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
  87. οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
  88. εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
  89. ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
  90. καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
  91. ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
  92. ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
  93. αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
  94. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
  95. ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
  96. ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
  97. ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
  98. σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  99. ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
  100. οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
  101. ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
  102. ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
  103. στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
  104. νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
  105. ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
  106. Περσεφόνη δʼ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
  107. μητρὸς ἑῆς κατʼ [ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους]
  108. ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
  109. τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
  110. α[ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς]
  111. παυομ[ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·]
  112. τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
  113. βρώμης; ἐξαύδα, μ[ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·]
  114. ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
  115. καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
  116. ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.