Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ[ὸ κεύθεσι γαίης]
- οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
- τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
- ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε[σιν] εἰαρινο[ῖσι]
- παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
- αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
- [εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
- καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
- τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
- τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
- εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
- πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
- ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
- λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
- αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
- ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
- ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
- ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
- ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
- ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
- ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
- Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
- καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
- Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
- Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
- καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
- καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
- Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
- παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
- μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
- καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
- νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
- αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
- χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
- βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
- πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
- ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
- ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
- πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
- ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
- γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
- τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
- πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
- ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
- ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
- Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
- ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
- δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
- νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
- τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
- τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
- ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
- ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
- ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
- τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
- ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
- μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
- μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
- ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
- βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
- ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
- ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
- τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
- δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
- ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
- [δωσέμεν, ἅς κʼ ἐθέλῃσθα] μετʼ ἀθανάτοισι θεοῖσι.
- [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
- [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
- [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
- [ὣς ἄρʼ ἔφη τελέ]εσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
- [ἀλλʼ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
- ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
- α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
- ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
- αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
- πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
- ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
- δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
- Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
- δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
- Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
- σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
- οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
- ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
- ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
- αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
- αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,
- βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
- ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
- σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
- προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
- αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
- Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
- ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
- καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
- πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
- αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
- πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
- αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.