Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  2. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
  3. ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
  4. πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
  5. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
  6. ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
  7. ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
  8. αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
  9. ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
  10. ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
  11. ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
  12. ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
  13. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
  14. κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
  15. ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
  16. στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
  17. κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
  18. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
  19. βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
  20. ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
  21. παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
  22. ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
  23. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
  24. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  25. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
  26. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
  27. ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
  28. ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
  29. πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
  30. πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
  31. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
  32. δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
  33. οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
  34. ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
  35. ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
  36. πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
  37. πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
  38. μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
  39. ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
  40. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
  41. πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
  42. πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
  43. δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
  44. ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
  45. δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
  46. ---τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
  47. χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
  48. ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
  49. καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
  50. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  51. τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
  52. νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
  53. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
  54. ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
  55. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  56. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  57. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
  58. τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
  59. καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
  60. παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
  61. θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
  62. οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
  63. οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
  64. οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
  65. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
  66. χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
  67. ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
  68. Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
  69. ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,
  70. οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς]
  71. [ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
  72. χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
  73. ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
  74. νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
  75. λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
  76. ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
  77. καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
  78. εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
  79. νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
  80. σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
  81. δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
  82. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  83. τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
  84. κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
  85. ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
  86. τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
  87. παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
  88. χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
  89. ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
  90. καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
  91. νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
  92. αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
  93. καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
  94. ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
  95. ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
  96. παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
  97. νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
  98. τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
  99. ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
  100. ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
  101. παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
  102. αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
  103. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
  104. ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
  105. ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
  106. τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
  107. Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
  108. ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
  109. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
  110. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
  111. γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
  112. ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
  113. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
  114. λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
  115. αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
  116. βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
  117. δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
  118. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
  119. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
  120. κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
  121. παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
  122. ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
  123. μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
  124. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
  125. ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
  126. χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
  127. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
  128. δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
  129. εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
  130. ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
  131. αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
  132. ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
  133. ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
  134. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
  135. τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
  136. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
  137. βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
  138. ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
  139. μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
  140. αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
  141. ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
  142. σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
  143. πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
  144. πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
  145. καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
  146. λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
  147. καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
  148. εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
  149. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
  150. Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
  151. ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
  152. πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
  153. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
  154. εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
  155. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  156. Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
  157. ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
  158. ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
  159. ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
  160. αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
  161. πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
  162. κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
  163. τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
  164. ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
  165. θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
  166. οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
  167. πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
  168. πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
  169. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
  170. εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
  171. ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
  172. ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
  173. ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
  174. ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
  175. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
  176. ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
  177. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
  178. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
  179. πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
  180. ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
  181. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
  182. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  183. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  184. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  185. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
  186. ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
  187. φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
  188. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  189. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  190. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  191. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  192. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  193. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
  194. ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
  195. ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
  196. ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
  197. μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
  198. οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
  199. αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
  200. δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
  201. τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
  202. τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
  203. οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
  204. εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
  205. ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
  206. καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
  207. ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
  208. ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
  209. αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
  210. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
  211. ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
  212. ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
  213. ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
  214. σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  215. ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
  216. οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
  217. ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
  218. ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
  219. στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
  220. νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
  221. ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
  222. Περσεφόνη δʼ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
  223. μητρὸς ἑῆς κατʼ [ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους]
  224. ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
  225. τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
  226. α[ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς]
  227. παυομ[ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·]
  228. τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
  229. βρώμης; ἐξαύδα, μ[ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·]
  230. ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
  231. καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
  232. ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
  233. εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ[ὸ κεύθεσι γαίης]
  234. οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
  235. τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
  236. ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε[σιν] εἰαρινο[ῖσι]
  237. παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
  238. αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
  239. [εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
  240. καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
  241. τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
  242. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
  243. εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
  244. πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
  245. ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
  246. λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
  247. αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
  248. ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
  249. ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
  250. ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
  251. ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
  252. ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
  253. ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
  254. Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
  255. καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
  256. Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
  257. Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
  258. καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
  259. καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
  260. Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
  261. παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
  262. μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
  263. καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
  264. νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
  265. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
  266. χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
  267. βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
  268. πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
  269. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
  270. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
  271. πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
  272. ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
  273. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
  274. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
  275. πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
  276. ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
  277. ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς