Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν,
  2. αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
  3. ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
  4. νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
  5. παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
  6. ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ
  7. λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
  8. νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
  9. Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
  10. θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι
  11. ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
  12. τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
  13. κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν
  14. γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
  15. ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω
  16. καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
  17. Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
  18. ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
  19. ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
  20. ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,
  21. κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
  22. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
  23. ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
  24. εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
  25. ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
  26. Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
  27. κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
  28. ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
  29. δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
  30. τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
  31. πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
  32. ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
  33. ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
  34. λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
  35. αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν
  36. ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
  37. τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
  38. ---ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
  39. φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
  40. ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
  41. ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
  42. κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
  43. σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  44. μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
  45. ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
  46. οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
  47. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
  48. στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
  49. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
  50. πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
  51. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
  52. ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
  53. καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
  54. πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
  55. τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
  56. ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
  57. φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
  58. ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
  59. ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
  60. Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
  61. ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
  62. Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
  63. στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
  64. ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
  65. ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
  66. κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
  67. τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
  68. ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
  69. ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
  70. αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
  71. νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
  72. ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
  73. οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
  74. ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
  75. Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
  76. εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
  77. ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
  78. αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
  79. ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
  80. αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
  81. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
  82. ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
  83. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
  84. γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
  85. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
  86. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
  87. τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
  88. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
  89. ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
  90. Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
  91. χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
  92. νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
  93. ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
  94. εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
  95. εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
  96. πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
  97. ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
  98. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
  99. Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
  100. ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
  101. γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
  102. εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
  103. οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
  104. παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
  105. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
  106. ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
  107. κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
  108. τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
  109. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
  110. Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
  111. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  112. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
  113. τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
  114. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
  115. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
  116. τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
  117. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
  118. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  119. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  120. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
  121. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
  122. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
  123. νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  124. ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
  125. ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
  126. νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
  127. ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
  128. δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
  129. ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
  130. λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
  131. φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
  132. ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
  133. οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
  134. ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
  135. ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες
  136. δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
  137. ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
  138. [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
  139. προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
  140. ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
  141. πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
  142. καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
  143. καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
  144. καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
  145. δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
  146. φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
  147. Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
  148. μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  149. τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
  150. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
  151. ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
  152. δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
  153. εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
  154. ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
  155. ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
  156. καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
  157. τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
  158. τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
  159. εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
  160. ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
  161. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
  162. ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
  163. εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
  164. ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
  165. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
  166. ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
  167. εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  168. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  169. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
  170. ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
  171. πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
  172. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
  173. ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
  174. ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
  175. αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
  176. ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
  177. ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
  178. ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
  179. ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
  180. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
  181. κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
  182. ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
  183. στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
  184. κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
  185. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
  186. βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
  187. ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
  188. παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
  189. ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
  190. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
  191. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  192. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
  193. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
  194. ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
  195. ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
  196. πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
  197. πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
  198. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
  199. δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
  200. οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
  201. ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
  202. ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
  203. πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
  204. πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
  205. μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
  206. ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
  207. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
  208. πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
  209. πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
  210. δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
  211. ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
  212. δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
  213. ---τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
  214. χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
  215. ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
  216. καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
  217. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  218. τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
  219. νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
  220. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
  221. ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
  222. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,