Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
- πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
- ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
- δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
- οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
- ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
- ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
- πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
- πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
- μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
- ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
- τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
- πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
- πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
- δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
- ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
- δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
- ---τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
- χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
- ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
- καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
- ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
- νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
- παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
- ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
- εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
- ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
- ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
- τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
- καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
- παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
- θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
- οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
- οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
- οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
- ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
- χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
- ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν