Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
  2. τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
  3. εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
  4. ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
  5. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
  6. ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
  7. εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
  8. ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
  9. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
  10. ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
  11. εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  12. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  13. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
  14. ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
  15. πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
  16. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
  17. ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
  18. ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
  19. αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
  20. ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
  21. ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
  22. ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
  23. ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
  24. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
  25. κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
  26. ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
  27. στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
  28. κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
  29. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
  30. βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
  31. ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
  32. παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
  33. ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
  34. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
  35. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  36. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
  37. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
  38. ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
  39. ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,