Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
  2. βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
  3. ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
  4. παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
  5. ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
  6. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
  7. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  8. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.