Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
  2. ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
  3. ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
  4. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
  5. κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
  6. ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
  7. στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
  8. κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.