Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
  2. ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
  3. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
  4. ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
  5. εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  6. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  7. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
  8. ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
  9. πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.