Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
  2. ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
  3. καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
  4. τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
  5. τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
  6. εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
  7. ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
  8. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
  9. ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ