Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
  2. ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
  3. αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
  4. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
  5. ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
  6. Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
  7. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  8. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
  9. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  10. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  11. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
  12. σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
  13. κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
  14. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,